74. PROTAGORAS.
B. FRAGMENTE.
ΠΡΩΤΑΓΟΡΟΥ ΑΛΗΘΕΙΑ ἢ ΚΑΤΑΒΑΛΛΟΝΤΕΣ.
[1] Sext. adv. math. VII 60 καὶ Πρωταγόραν δὲ τὸν Ἀβδηρίτην ἐγκατέλεξάν τινες τῶι χορῶι τῶν ἀναιρούντων τὸ κριτήριον φιλοσόφων, ἐπεί φησι πάσας τὰς φαντασίας καὶ τὰς δόξας ἀληθεῖς ὑπάρχειν καὶ τῶν πρός τι εἶναι τὴν ἀλήθειαν διὰ τὸ πᾶν τὸ φανὲν ἢ δόξαν τινὶ εὐθέως πρὸς ἐκεῖνον ὑπάρχειν. ἐναρχόμενος γοῦν τῶν Καταβαλλόντων ἀνεφώνησε· ‘πάντων χρημάτων μέτρον ἐστὶν ἄνθρωπος, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν’. Vgl. II 219, 19. 223, 27 ff. 226, 22.
Plato Theaet. 151 E 152 A [Sokr. und Theaet.] Κινδυνεύεις μέντοι λόγον οὐ φαῦλον εἰρηκέναι περὶ ἐπιστήμης, ἀλλ’ ὃν ἔλεγε καὶ Πρωταγόρας. τρόπον δέ τινα ἄλλον εἴρηκε τὰ αὐτὰ ταῦτα. φησὶ γάρ που πάντων χρημάτων μέτρον ἄνθρωπον εἶναι, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστιν. ἀνέγνωκας γάρ που; — Ἀνέγνωκα καὶ πολλάκις. — Οὐκοῦν οὕτως πως λέγει, ὡς οἷα μὲν ἕκαστα ἐμοὶ φαίνεται, τοιαῦτα μὲν ἔστιν ἐμοί, οἷα δὲ σοί, τοιαῦτα δὲ αὖ σοί· ἄνθρωπος δὲ σύ τε κἀγώ; ... ἆρ’ οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ ὁ μὲν ἡμῶν ῥιγῶι, ὁ δ’ οὔ; καὶ ὁ μὲν ἠρέμα, ὁ δὲ σφόδρα; — Καὶ μάλα. — Πότερον οὖν τότε αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ πνεῦμα ψυχρὸν ἢ οὐ ψυχρὸν φήσομεν, ἢ πεισόμεθα τῶι Πρωταγόραι ὅτι τῶι μὲν ῥιγῶντι ψυχρόν, τῶι δὲ μὴ οὔ; — Ἔοικεν. — Οὐκοῦν καὶ φαίνεται οὕτως ἑκατέρωι; — Ναί. — Τὸ δέ γε φαίνεται αἰσθάνεται ἔστιν; — Ἔστιν γάρ. — Φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις. οἷά γ’ ἄρ’ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστωι καὶ κινδυνεύει εἶναι. 161 C Sokr. Τὰ μὲν ἄλλα μοι πάνυ ἡδέως εἴρηκεν, ὡς τὸ δοκοῦν ἑκάστωι τοῦτο καὶ ἔστιν· τὴν δ’ ἀρχὴν τοῦ λόγου τεθαύμακα, ὅτι οὐκ εἶπεν ἀρχόμενος τῆς Ἀληθείας ὅτι πάντων χρημάτων μέτρον ἐστὶν ὗς ἢ κυνοκέφαλος ἤ τι ἄλλο ἀτοπώτερον τῶν ἐχόντων αἴσθησιν, ἵνα μεγαλοπρεπῶς καὶ πάνυ καταφρονητικῶς ἤρξατο ἡμῖν λέγειν, ἐνδεικνύμενος ὅτι ἡμεῖς μὲν αὐτὸν ὥσπερ θεὸν ἐθαυμάζομεν ἐπὶ σοφίαι, ὁ δ’ ἄρα ἐτύγχανεν ὢν εἰς φρόνησιν οὐδὲν βελτίων [βατράχου] γυρίνου, μὴ ὅτι ἄλλου του ἀνθρώπων. Vgl. A 21a.
ΠΕΡΙ ΤΟΥ ΟΝΤΟΣ.
[2] Porphyr. ἀπὸ τοῦ ᾱ τῆς Φιλολόγου ἀκροάσεως b. Eus P. E. X 3, 25 σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία· ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε τοῦ φιλοσόφου 〈κλοπάς〉· ἐγὼ δ’ οὖν ἧι κατὰ τύχην περιπέπτωκα Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος ἀναγινώσκων λόγον πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν· ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν. Euseb. fügt zu καὶ ταῦτ’ εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις.
ΜΕΓΑΣ ΛΟΓΟΣ.
[3] Anecd. Par. I 171, 31 de Hippomacho B 3 [ed. Bohler Sophistae Protrept. fr. Lips. 1903 p. 46, 5] ὅτι ἐν τῶι ἐπιγραφομένωι Μεγάλωι λόγωι ὁ Π. εἶπε· ‘φύσεως καὶ ἀσκήσεως διδασκαλία δεῖται’ καὶ ‘ἀπὸ νεότητος δὲ ἀρξαμένους δεῖ μανθάνειν’. οὐκ ἂν δὲ ἔλεγε τοῦτο, εἰ αὐτὸς ὀψιμαθὴς ἦν, ὡς ἐνόμιζε καὶ ἔλεγεν Ἐπίκουρος περὶ Πρωταγόρου [fr. 173 Us.; 55 A 9].
ΠΕΡΙ ΘΕΩΝ.
[4] Eus. P. E. XIV 3, 7 ὁ μὲν γὰρ Δημοκρίτου γεγονὼς ἑταῖρος ὁ Π. ἄθεον ἐκτήσατο δόξαν· λέγεται γοῦν τοιᾶιδε κεχρῆσθαι εἰσβολῆι ἐν τῶι Περὶ θεῶν συγγράμματι· ‘περὶ μὲν θεῶν οὐκ οἶδα ... ἰδέαν’. Diog. IX 51 [II 219, 22] ‘περὶ ... ἀνθρώπου’. Vgl. A 2. 3. 12. 23.
περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι, οὔθ’ ὡς εἰσὶν οὔθ’ ὡς οὐκ εἰσὶν οὔθ’ ὁποῖοί τινες ἰδέαν· πολλὰ γὰρ τὰ κωλύοντα εἰδέναι ἥ τ’ ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου.
ΑΝΤΙΛΟΓΙΩΝ ᾱβ̄ [s. II 220, 17].
[5] Diog. III 37 Εὐφορίων [fr. 124 Meineke] δὲ καὶ Παναίτιος [fr. 50 Fowler] εἰρήκασι πολλάκις ἐστραμμένην εὑρῆσθαι τὴν ἀρχὴν τῆς Πολιτείας [Platons], ἣν Πολιτείαν Ἀριστόξενός [fr. 33 FHG II 282] φησι πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι Ἀντιλογικοῖς. 57 Πολιτείας ... ἣν καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόραι ἐν τοῖς Ἀντιλογικοῖς φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας δευτέρωι [fr. 21 FHG III 580].
ZWEIFELHAFTE SCHRIFTEN.
ΤΕΧΝΗ ΕΡΙΣΤΙΚΩΝ [s. II 220, 13].
[6] Cic. Brut. 12, 46 (aus Arist. Τεχνῶν συναγ. fr. 137 R.) scriptasque fuisse et paratas a Protagora rerum inlustrium disputationes, quae nunc communes appellantur loci. Quintil. III 1, 10 Abderites P., a quo decem milibus denariorum didicisse artem quam edidit Euathlus [s. II 220, 12. 24. 221, 28] dicitur. 1, 12 horum primi communis locos tractasse dicuntur P., Gorgias; affectus Prodicus et Hippias et idem P. et Thrasymachus.
ΠΕΡΙ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ [s. II 220, 14].
[7] Arist. Metaph. B 2. 997b 32 οὐδὲ τοῦτο ἀληθές, ὡς ἡ γεωδαισία τῶν αἰσθητῶν ἐστι μεγεθῶν καὶ φθαρτῶν· ἐφθείρετο γὰρ ἂν φθειρομένων. ἀλλὰ μὴν οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν οὐδὲ περὶ τὸν οὐρανὸν ἡ ἀστρολογία τόνδε. οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦταί εἰσιν οἵας λέγει ὁ γεωμέτρης· οὐθὲν γὰρ εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον· ἅπτεται γὰρ τοῦ κανόνος οὐ κατὰ στιγμὴν ὁ κύκλος, ἀλλ’ ὥσπερ Π. ἔλεγεν ἐλέγχων τοὺς γεωμέτρας.
ΠΕΡΙ ΠΑΛΗΣ [II 220, 14].
[8] Plat. Soph. 232 D E τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῶι βουλομένωι μαθεῖν. — Τὰ Πρωταγόρειά μοι φαίνει περί τε πάλης καὶ τῶν ἄλλων τεχνῶν εἰρηκέναι ... 233 A Πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ’ ἂν ὑγιές τι λέγων ἀντειπεῖν; — Οὐδαμῶς.
[8a] ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ [II 220, 14]. S. B 5.
[8b] ΠΕΡΙ ΤΗΣ ΕΝ ΑΡΧΗΙ ΚΑΤΑΣΤΑΣΕΩΣ [II 220, 15]. Vgl. C 1.
[8c] ΠΕΡΙ ΦΙΛΟΤΙΜΙΑΣ [II 220, 14].
[8d] ΠΕΡΙ ΑΡΕΤΩΝ [II 220, 15].
[8e] ΠΕΡΙ ΤΩΝ ΟΥΚ ΟΡΘΩΣ ΤΟΙΣ ΑΝΘΡΩΠΟΙΣ ΠΡΑΣΣΟΜΕΝΩΝ [II 220, 16].
[8f] ΠΡΟΣΤΑΚΤΙΚΟΣ [II 220, 16].
[8g] ΔΙΚΗ ΥΠΕΡ ΜΙΣΘΟΥ [II 220, 17]. Vgl. A 1 § 56. B 6.
[8h] ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΙΔΟΥ [II 220, 15]. Vgl. 55 B 0c ff.
AUS UNBESTIMMTEN SCHRIFTEN.
[9] [Plut.] cons. ad Apoll. 33 p. 118 E Περικλέα δὲ τὸν Ὀλύμπιον προσαγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον Πάραλόν τε καὶ Ξάνθιππον (ὥς φησι Π. εἰπὼν οὕτως· ‘τῶν ... ἀμηχανίην’)· τοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν ‘βουλάς τ’ ἐξάρχοντ’ ἀγαθὰς’ [Hom. B 273] πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους.
τῶν γὰρ υἱέων νεηνιῶν ὄντων καὶ καλῶν, ἐν ὀκτὼ δὲ ταῖς πάσηισιν ἡμέρηισι ἀποθανόντων νηπενθέως ἀνέτλη· εὐδίης γὰρ εἴχετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν τοῖς πολλοῖσι δόξαν· πᾶς γάρ τίς μιν ὁρῶν τὰ ἑαυτοῦ πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρεῖον ἐδόκει εἶναι καὶ ἑαυτοῦ κρείσσω, κάρτα εἰδὼς τὴν ἑαυτοῦ ἐν τοιοῖσδε πράγμασιν ἀμηχανίην.
[10] Stob. III (flor.) 29, 80 Π. ἔλεγε μηδὲν εἶναι μήτε τέχνην ἄνευ μελέτης μήτε μελέτην ἄνευ τέχνης.
[11] [Plutarch] περὶ ἀσκήσεως 178, 25 [Rhein. Mus. 27, 526] P. ferner hat gesagt: Nicht sproßt Bildung in der Seele, wenn man nicht zu vieler Tiefe kommt.
SCHLECHTBEZEUGTES.
[12] Graeco-Syr. Sprüche übers. von Ryssel [Rhein. Mus. 51, 539 n. 32]. Protagoras hat gesagt: Mühsal und Arbeit und Unterricht und Erziehung und Weisheit sind der Ruhmeskranz, der geflochten wird von den Blumen einer beredten Zunge und denen aufs Haupt gesetzt wird, die ihn lieben. Schwer zwar ist die Zunge, doch ihre Blüten sind reich und immer neu, und die Zuschauer und die Beifallsspender und die Lehrer freuen sich und die Schüler machen Fortschritte und die Toren ärgern sich — oder vielleicht ärgern sie sich auch nicht, weil sie nicht einsichtig genug sind.
C. IMITATION.
[C.1] Plato Protag. 320 C ff. (Mythos des P.) ἦν γάρ ποτε χρόνος ὅτε θεοὶ μὲν ἦσαν, θνητὰ δὲ γένη οὐκ ἦν. ἐπειδὴ δὲ (D) καὶ τούτοις χρόνος ἦλθεν εἱμαρμένος γενέσεως, τυποῦσιν αὐτὰ θεοὶ γῆς ἔνδον ἐκ γῆς καὶ πυρὸς μείξαντες καὶ τῶν ὅσα πυρὶ καὶ γῆι κεράννυται. ἐπειδὴ δ’ ἄγειν αὐτὰ πρὸς φῶς ἔμελλον, προσέταξαν Προμηθεῖ καὶ Ἐπιμηθεῖ κοσμῆσαί τε καὶ νεῖμαι δυνάμεις ἑκάστοις ὡς πρέπει· Προμηθέα δὲ παραιτεῖται Ἐπιμηθεὺς αὐτὸς νεῖμαι, νείμαντος δ’ ἐμοῦ, ἔφη, ἐπίσκεψαι· καὶ οὕτως πείσας νέμει. νέμων δὲ τοῖς (E) μὲν ἰσχὺν ἄνευ τάχους προσῆπτεν, τοὺς δὲ ἀσθενεστέρους τάχει ἐκόσμει· τοὺς δὲ ὥπλιζε, τοῖς δ’ ἄοπλον διδοὺς φύσιν ἄλλην τιν’ αὐτοῖς ἐμηχανᾶτο δύναμιν εἰς σωτηρίαν. ἃ μὲν γὰρ αὐτῶν σμικρότητι ἤμπισχεν, πτηνὸν φυγὴν ἢ κατάγειον οἴκησιν ἔνεμεν· ἃ δὲ ηὖξε μεγέθει, τῶιδε (321) αὐτῶι αὐτὰ ἔσωιζεν· καὶ τἆλλα οὕτως ἐπανισῶν ἔνεμεν. ταῦτα δὲ ἐμηχανᾶτο εὐλάβειαν ἔχων, μή τι γένος ἀιστωθείη· ἐπειδὴ δὲ αὐτοῖς ἀλληλοφθοριῶν διαφυγὰς ἐπήρκεσε, πρὸς τὰς ἐκ Διὸς ὥρας εὐμάρειαν ἐμηχανᾶτο ἀμφιεννὺς αὐτὰ πυκναῖς τε θριξὶν καὶ στερεοῖς δέρμασιν, ἱκανοῖς μὲν ἀμῦναι χειμῶνα, δυνατοῖς δὲ καὶ καύματα, καὶ ἐς εὐνὰς ἰοῦσιν, ὅπως ὑπάρχοι τὰ αὐτὰ ταῦτα στρωμνὴ οἰκεία τε καὶ (B) αὐτοφυὴς ἑκάστωι. καὶ ὑποδῶν τὰ μὲν ὁπλαῖς, τὰ δὲ ὄνυξιν στερεοῖς καὶ ἀναίμοις τοὐντεῦθεν τροφὰς ἄλλοις ἄλλας ἐξεπόριζεν, τοῖς μὲν ἐκ γῆς βοτάνην, ἄλλοις δὲ δένδρων καρπούς, τοῖς δὲ ῥίζας· ἔστι δ’ οἷς ἔδωκεν εἶναι τροφὴν ζώιων ἄλλων βοράν· καὶ τοῖς μὲν ὀλιγογονίαν προσῆψε, τοῖς δ’ ἀναλισκομένοις ὑπὸ τούτων πολυγονίαν σωτηρίαν τῶι γένει πορίζων. ἅτε δὴ οὖν οὐ πάνυ τι σοφὸς ὢν ὁ Ἐπιμηθεὺς ἔλαθεν αὑτὸν (C) καταναλώσας τὰς δυνάμεις εἰς τὰ ἄλογα· λοιπὸν δὴ ἀκόσμητον ἔτι αὐτῶι ἦν τὸ ἀνθρώπων γένος, καὶ ἠπόρει ὅ τι χρήσαιτο. ἀποροῦντι δὲ αὐτῶι ἔρχεται Προμηθεὺς ἐπισκεψόμενος τὴν νομήν, καὶ ὁρᾶι τὰ μὲν ἄλλα ζῶια ἐμμελῶς πάντων ἔχοντα, τὸν δὲ ἄνθρωπον γυμνόν τε καὶ ἀνυπόδητον καὶ ἄστρωτον καὶ ἄοπλον· ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρῆν, ἐν ἧι ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆς εἰς φῶς. ἀπορίαι οὖν ἐχόμενος ὁ Προμηθεύς, ἥντινα σωτηρίαν (D) τῶι ἀνθρώπωι εὕροι, κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν σὺν πυρί (ἀμήχανον γὰρ ἦν ἄνευ πυρὸς αὐτὴν κτητήν τωι ἢ χρησίμην γενέσθαι) καὶ οὕτω δὴ δωρεῖται ἀνθρώπωι. τὴν μὲν οὖν περὶ τὸν βίον σοφίαν ἄνθρωπος ταύτηι ἔσχεν, τὴν δὲ πολιτικὴν οὐκ εἶχεν· ἦν γὰρ παρὰ τῶι Διί· τῶι δὲ Προμηθεῖ εἰς μὲν τὴν ἀκρόπολιν τὴν τοῦ Διὸς οἴκησιν οὐκέτι ἐνεχώρει εἰσελθεῖν (πρὸς δὲ καὶ αἱ Διὸς φυλακαὶ φοβεραὶ ἦσαν), εἰς δὲ τὸ τῆς (E) Ἀθηνᾶς καὶ Ἡφαίστου οἴκημα τὸ κοινόν, ἐν ὧι ἐφιλοτεχνείτην, λαθὼν εἰσέρχεται, καὶ κλέψας τήν τε ἔμπυρον τέχνην τὴν τοῦ Ἡφαίστου καὶ τὴν ἄλλην τὴν τῆς Ἀθηνᾶς δίδωσιν ἀνθρώπωι, καὶ ἐκ τούτου εὐπορία μὲν ἀνθρώπωι τοῦ βίου γίγνεται, Προμηθέα δὲ (322) [δι’ Ἐπιμηθέα] ὕστερον, ἧιπερ λέγεται, κλοπῆς δίκη μετῆλθεν. ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μὲν [διὰ τὴν τοῦ θεοῦ συγγένειαν] ζώιων μόνον θεοὺς ἐνόμισεν, καὶ ἐπεχείρει βωμούς τε ἱδρύεσθαι καὶ ἀγάλματα θεῶν· ἔπειτα φωνὴν καὶ ὀνόματα ταχὺ διηρθρώσατο τῆι τέχνηι, καὶ οἰκήσεις καὶ ἐσθῆτας καὶ ὑποδέσεις καὶ στρωμνὰς καὶ τὰς ἐκ γῆς τροφὰς ηὕρετο. οὕτω δὴ παρεσκευασμένοι κατ’ ἀρχὰς ἄνθρωποι ὤικουν σποράδην, (B) πόλεις δὲ οὐκ ἦσαν· ἀπώλλυντο οὖν ὑπὸ τῶν θηρίων διὰ τὸ πανταχῆι αὐτῶν ἀσθενέστεροι εἶναι, καὶ ἡ δημιουργικὴ τέχνη αὐτοῖς πρὸς μὲν τροφὴν ἱκανὴ βοηθὸς ἦν, πρὸς δὲ τὸν τῶν θηρίων πόλεμον ἐνδεής· πολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική. ἐζήτουν δὴ ἁθροίζεσθαι καὶ σώιζεσθαι κτίζοντες πόλεις· ὅτ’ οὖν ἁθροισθεῖεν, ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τὴν πολιτικὴν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο. Ζεὺς οὖν (C) δείσας περὶ τῶι γένει ἡμῶν, μὴ ἀπόλοιτο πᾶν, Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους Αἰδῶ τε καὶ Δίκην, ἵν’ εἶεν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί. ἐρωτᾶι οὖν Ἑρμῆς Δία, τίνα οὖν τρόπον δοίη Δίκην καὶ Αἰδῶ ἀνθρώποις· ‘πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καὶ ταύτας νείμω; νενέμηνται δὲ ὧδε· εἷς ἔχων ἰατρικὴν πολλοῖς ἱκανὸς ἰδιώταις, καὶ οἱ ἄλλοι δημιουργοί· καὶ Δίκην δὴ καὶ Αἰδῶ οὕτω θῶ ἐν τοῖς ἀνθρώποις, ἢ ἐπὶ πάντας νείμω;’ (E) “ἐπὶ πάντας, ἔφη ὁ Ζεύς, καὶ πάντες μετεχόντων· οὐ γὰρ ἂν γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν μετέχοιεν ὥσπερ ἄλλων τεχνῶν. καὶ νόμον γε θὲς παρ’ ἐμοῦ, τὸν μὴ δυνάμενον Αἰδοῦς καὶ Δίκης μετέχειν κτείνειν ὡς νόσον πόλεως.” Vgl. Moschion fr. 6 [FT p. 813] und Arist. de partt. an. Δ 10. 687a 23 οἱ λέγοντες ὡς συνέστηκεν οὐ καλῶς ὁ ἄνθρωπος ἀλλὰ χείριστα τῶν ζώιων (ἀνυπόδητόν τε γὰρ αὐτὸν εἶναί φασι καὶ γυμνὸν καὶ οὐκ ἔχοντα ὅπλον πρὸς τὴν ἀλκήν), οὐκ ὀρθῶς λέγουσιν.
[C.2] Aristoph. Wolk. 112 ff. Vgl. A 21.
εἶναι παρ’ αὐτοῖς φασιν ἄμφω τὼ λόγω
τὸν κρείττον’, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
114 νικᾶν λέγοντά φασι τἀδικώτερα.
Vgl. den Agon des Δίκαιος und Ἄδικος λόγος 889 ff.
[C.3] Aristoph. Wolk. 658 ff. (Sokrates und Strepsiades). Vgl. A 28.
ἀλλ’ ἕτερα δεῖ σε πρότερα τούτων μανθάνειν·
τῶν τετραπόδων ἅττ’ ἐστὶν ὀρθῶς ἄρρενα.
660 — ἀλλ’ οἶδ’ ἔγωγε τἄρρεν’, εἰ μὴ μαίνομαι·
κριός, τράγος, ταῦρος, κύων, ἀλεκτρυών.
— ὁρᾶις ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς
ἀλεκτρυόνα καὶ ταὐτὸ καὶ τὸν ἄρρενα.
— πῶς δή; φέρ’ — ὅπως; ἀλεκτρυὼν κ〈αὶ〉 ἀλεκτρυών.
665 — νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;
— ἀλεκτρύαιναν· τὸν δ’ ἕτερον ἀλέκτορα.
— ἀλεκτρύαιναν; εὖ γε, νὴ τὸν Ἀέρα·
ὥστ’ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
διαλφιτώσω σου κύκλωι τὴν κάρδοπον.
670 — ἰδοὺ μάλ’ αὖθις τοῦθ’ ἕτερον· τὴν κάρδοπον
671 ἄρρενα καλεῖς θήλειαν οὖσαν ...
677 ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν; — ὅπως;
τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
— τὴν καρδόπην θήλειαν; — ὀρθῶς γὰρ λέγεις.
[C.4] Eurip. Bakch. 199 ff. (Kadmos, Teiresias). Vgl. B 1.
οὐ καταφρονῶ ’γὼ τῶν θεῶν θνητὸς γεγώς.
200 — οὐδ’ ἐνσοφιζόμεσθα τοῖσι δαίμοσι.
πατρίους παραδοχὰς ἅς θ’ ὁμήλικας χρόνωι
κεκτήμεθ’, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
οὐδ’ εἰ δι’ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
5(?). Aeschines Socrat. Καλλίας fr. 16 p. 50 ed. Krauss. Vgl. 77 A 4b.