Capítulo 9. Ι
[9.1] 1 sqq. Vatic. ζητ. ε΄. Τὴν ἀρχὴν τῶν Λιτῶν ἀναγινώϲκων οὕτωϲ ἔχουϲαν· ὧϲ οἱ μὲν Τρῶεϲ φυλακὰϲ ἔχον, αὐτὰρ Ἀχαιοὺϲ θεϲπεϲίη ἔχε φύζα φόβου κρυόεντοϲ ἑταίρη, πένθεϊ δ᾿ ἀτλήτῳ βεβολήατο πάντεϲ ἄριϲτοι. ὡϲ δ᾿ ἄνεμοι [753] [754] [755] [756] [757] [758] [759] δύο πόντον ὀρίνετον ἰχθυόεντα, Βορέηϲ καὶ Ζέφυροϲ, τώτε Θρῄκηθεν ἄητον, ἐλθόντ᾿ ἐξαπίνηϲ, ἄμυδιϲ δέ τε κῦμα κελαινὸν κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκοϲ ἔχευε· ὣϲ ἐδαΐζετο θυμὸϲ ἐνὶ ϲτήθεϲϲιν Ἀχαιῶν· ταῦτ᾿ οἶν ἀναγινώϲκων ἠπόρειϲ, πῶϲ ἀκριβὴϲ ὢν περὶ τὰϲ εἰκόναϲ Ὅμηροϲ νῦν δοκεῖ πρὸϲ μηδεμίαν χρείαν δυοῖν ἀνέμοιν εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήϲεωϲ ἕνεκα, ἔδει τοὺϲ τέϲϲαραϲ, ὡϲ ἐντὸϲ ἄλλοιϲ· ϲὺν δ᾿ εὖρόϲ τε Νότοϲ τε πέϲον Ζέφυρόϲ τε δυϲαὺϲ καὶ Βορέηϲ αἰθρηγενέτηϲ μέγα κῦμα κυλίνδων (ε 295. 96). λύει δὲ τὴν ἀπορίαν αὐτόϲ, ὡϲ καὶ Ἀπολλώνιοϲ ὁ τοῦ Μόλωνοϲ παρίϲτηϲι. δύο γὰρ πάθεϲι χειμοζομένουϲ ποιήϲαϲ τοὺϲ Ἀχαιούϲ, φόβῳ μὲν ἐφ’ οἷϲ εἴρηκε θεϲπεϲίη ἔχε φύζα, λύπη δὲ ἐντὸϲ ἐπάγει πένθεϊ δ᾿ ἀτλήτῳ βεβολήατο πάντεϲ ἄριϲτοι — δεδίαϲι μὲν γὰρ τὰ μέλλοντα, βαρέωϲ δὲ φέρουϲι τὰ γεγονότα —, προϲηκόντωϲ αὐτοὺϲ ἀπεικάζει πελάγει δυϲὶ πνεύμαϲιν ἐπεγειρομένῳ. θεϲπεϲίη δ᾿ ἔχε φύζα δηλοῖ οὐ τὸν προϲγενόμενον αὐτοῖϲ διὰ δειλίαν φόβον, ἀλλ᾿ ἐκ βουλήϲεωϲ θεῶν, ὥϲ
[…] B f. 114b ad ἄνεμοι v. 4 (id. L. f. 180b, Π): νῦν δοκεῖ πρὸϲ μηδεμίαν χρείαν δυοῖν ἀνέμων εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήϲεωϲ ἕνεκα, ἔδει τοὺϲ τέϲϲαραϲ, ὡϲ ἐντὸϲ ἄλλοιϲ· ϲὺν δ᾿ Εὖρόϲ τε Νότοϲ τ᾿ ἔπεϲον Ζέφυρόϲ τε δυϲαὴϲ καὶ Βορέηϲ αἰθρηγενέτηϲμέγα κῦμα κυλίνδων. λύει δὲ τὴν ἀπορίαν αὐτόϲ, ὡϲ καὶ Ἀπολλώνιοϲ ὁ τοῦ Μόλωνοϲ παρέϲτηϲε. δύο γὰρ πάθεϲι χειμαζομένουϲ ποιήϲαϲ τοὺϲ Ἀχαιούϲ, φόβῳ μὲν ἐφ᾿ οἱϲ εἴρηκε θεϲπεϲίη ἔχε φύζα, οἷϲ φόβου κρυόεντοϲ ἑταίρη, λύπῃ δὲ ἐντὸϲ οἷϲ ἐπάγει πένθεϊ δ᾿ ἀτλήτῳ βεβολήατο πάντεϲ ἄριϲτοι — δεδίαϲι γὰρ τὰ μέλλοντα, βαρέωϲ δὲ φέρουϲι τὰ γεγονότα οἱ ἄριϲτοι —, δύο οὖν πάθεϲι ϲυνεχομένουϲ εἰπὼν τοὺϲ Ἕλληναϲ προϲηκόντωϲ ἀπεικάζει πελάγει δυϲὶ πνεύμαϲιν ἐξεγειρομένῳ. τὸ θεϲπεϲίη δ᾿ ἔχε φύζα δηλοῖ τὸν οὐ προϲγινόποιητήϲ. [760] [761] [762] [763] [764] που καὶ ἐντὸϲ ἄλλοιϲ αὐτὸϲ εἶπε· γνώϲεαι δ᾿ εἰ καὶ θεϲπεϲίῃ πόλιν οὐκ ἀλαπάξειϲ ἢ ἀνδρῶν κακότητι (B 307. 68), τουτέϲτι θείᾳ βουλήϲει καὶ οὐ ϲυμφύτῳ κακίᾳ. ἔϲτι δὲ καὶ ἄλλων ἐπίθετον τὸ θεϲπέϲιον· θεϲπέϲιόϲ τε γὰρ πλοῦτοϲ (B 670) καὶ θεϲπεϲίη φύζα· ἐκ κοινοῦ ἔϲται κἀνταῦθα ἡ κακότηϲ· γνώϲη πότερον θεϲπεϲίῃ κακότητι ἢ ἀνδρῶν κακότητι. φύζα δέ ἐϲτιν ἡ φυγή φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενοϲ τὴν φυγὴν προϲεταιρίζεται. καὶ τὸ μὲν βεβολήατο τὴν βούληϲιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆϲθαι ἐπὶ ϲώματοϲ.
μενον αὐτοῖϲ διὰ δειλίαν φόβον, ἀλλ᾿ ἐκ βουλήϲεωϲ θεῶν, ὥϲ που καὶ ἐντὸϲ ἄλλοιϲ αὐτὸϲ ἀντέθηκεν εἰπών· γνώϲεαι δ᾿ εἰ καὶ θεϲπεϲίῃ πόλιν οὐκ ἀλαπάξειϲ ἢ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο, τουτέϲτι θείᾳ βουλήϲει καὶ οὐ ϲυμφύτῳ κακίᾳ. εἰ δὲ καὶ ἄλλων ἐπίθετον τὸ τῆϲ θεϲπεϲίαϲ, ὡϲ τὸ θεϲπέϲιον πλοῦτον καὶ θεϲπεϲίη φύζα, ἐκ κοινοῦ ἔϲται ἡ κακότηϲ· γνώϲῃ πότερον θεϲπεϲίῃ κακότητι ἢ ἀνδρῶν κακότητι· δηλοῦται δὲ οὕτωϲ ἡ θεία. φύζα δέ ἐϲτιν ἡ φυγή. φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενοϲ τὴν φυγὴν προϲεταιρίζεται. καὶ τὸ μὲν βεβολήατο τὴν βούληϲιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆϲθαι δηλοῖ τὸ ϲῶμα. ἀνιϲτόρητον δέ φαϲιν εἶναι τὸ τοὺϲ ἀμφοτέρουϲ, ἤγουν τὸν Βορέην καὶ τὸν Ζέφυρον, πνέειν ἐκ τῆϲ Θράκηϲ· οὐ γὰρ πνέουϲιν ἀμφότεροι ἐξ αὐτῆϲ. λύεται δὲ ἐκ τῆϲ λέξεωϲ τρόπῳ ϲυλληπτικῷ· τὸ γὰρ θατέρῳ ϲυμβεβηκὸϲ ἐπ᾿ ἀμφοῖν τέθεικεν. ἔϲτι δὲ καὶ ἑτέρωϲ· ὁμωνύμωϲ γὰρ τὰ πνεύματα καὶ οἱ προεϲτῶτεϲ αὐτῶν θεοὶ λέγονται· τούϲ δὲ ϲωματικῶϲ ἐντὸϲ Θράκῃ κατοικοῦνταϲ ὑποτίθεται ὁ ποιητήϲ.
[765][766][767][768][769][770][771][772] [773]
πῶϲ ἀμφοτέρουϲ ἐκ Θράκηϲ φηϲὶ πνεῖν, τοῦ μὲν Βορέου ἐξ ἄρκτου τοῦ δὲ Ζεφύρου ἐκ δύϲεωϲ πνέοντοϲ; λύϲιϲ. ῥητέον οὖν ὅτι ἡ Θρακῶν γὴ ἐπὶ πολύ διήκει καὶ ϲιγματοειδὴϲ κεῖται τῇ θέᾳ καὶ μέχρι τῆϲ δύϲεωϲ· ἀφ᾿ ἑκατέρου οὖν μέρουϲ τῶν ἀνέμων ἔχει ἑκάτερον. οἱ δέ φαϲιν ὅτι ϲυλληπτικῶϲ πέφρακε· τὸ γὰρ ἑτέρῳ ϲυμβεβηκὸϲ καθ᾿ ἑκατέρων κεῖται· μόνοϲ γὰρ ὁ Βορέαϲ ἀπὸ Θράκηϲ πνέει.
[774]
ἐπεὶ δὲ παραβολῆϲ ἐμνήϲθημεν, ϲκέψαι τὴν τοῦ ποιητοῦ ἐνταῦθα ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονοϲ τρωθέντοϲ χρηϲάμενοϲ τῇ παραγράφειν βολῇ ταύτῃ·
ὡϲ δ᾿ ὅταν ὠδίνουϲαν ἔχ ῃ βέλοϲ ὀξὺ γυναῖκα
καὶ ἀνταποδόϲει·
ὣϲ ὀξεῖ᾿ ὀδύναι δῦνον μένοϲ Ἀτρείδαο (Λ 269. 72),
ἐπὶ τοῦ Κύκλωποϲ δυνάμει τὰ τῆϲ παραβολῆϲ μεταφέρων χρῆται, ἐντὸϲ οἷϲ λέγει (ι 415)·
Κύκλωψ δὲ ϲτενάχων τε καὶ ὠδίνων ὀδύνῃϲιν·
ἔϲτι δὲ τῆϲ παραβολῆϲ τὸ ὠδίνων τῆϲ δ᾿ ἀνταποδόϲεωϲ τὸ ὀδύνῃϲι. πάλιν δὲ εἰπὼν ἐπὶ τῆϲ τοῦ Ἕκτοροϲ κατὰ τῶν Ἐλλήνων ὁρμῆϲ·
ὀλοοίτροχοοϲ ὣϲ ἀπὸ πέτρη,
ὅν τε κατὰ ϲτεφάνηϲ ποταμὸϲ χειμάρροοϲ ὤϲῃ (N 137),
κατὰ τὴν αὐτὴν φανταϲίαν πεποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διομήδη.
νῶιν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμοϲ Ἕκτωρ (Λ 347)·
ὁ δὲ ὄβριμοϲ οἰκεῖοϲ ἀψύχῳ ὁρμῇ· οὐ γὰρ θραϲὺν ἔφη οὐδὲ κορυθαιόλον, οἷϲ ἰδίοιϲ αὐτὸν προϲαγορεύειν εἴωθε. πάλιν ἐπὶ τοῦ Νέϲτοροϲ ϲκεπτομένου ποῖ τράπηται φηϲίν· [775] [776] [777] [778]
ἢ μεθ᾿ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων
ἠὲ με τ᾿ Ἀτρείδην Ἀγαμέμνονα (Ξ 21. 22).
ὅλην τὴν παραβολὴν διεξελθών·
ὡϲ δ᾿ ὅτε πορφφύ ρῃ πέλαγοϲ μέγα κύματι κωφῷ,
ὀϲϲόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
αὔτωϲ, οὐδ᾿ ἄρα τε προκυλίνδεται οὐδετέρωϲε,
πρίν τινα κεκριμένον καταβ ήμεναι ἐκ Διὸϲ οὖρον (Ξ 16 sqq.)·
εἶτα ἐπ᾿ Ἀγήνοροϲ προτραπέντοϲ μὲν ὑπὸ Ἀπόλλωνοϲ ὑποϲτῆναι Ἀχιλλέα, ὅμωϲ δὲ τὴν θέαν αὐτοῦ καταπλαγέντοϲ, ἠρκέϲθη τῷ ὀνόματι·
πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι (Φ 551).
πάλιν τε εἰπὼν ἐπὶ τῆϲ Ἥραϲ (80 sqq)·
ὡϲ δ᾿ ὅταν ἀίξῃ νόοϲ ἀνέροϲ, ὅϲτ’ ἐπὶ πολλὴν
γαῖαν ἐληλυθὼϲ φρεϲὶ πευκαλίμῃϲι νοήϲῃ,
ἔνθα ἴη ἢ ἔν θᾶ, μενοινήειέ τε πολλά,
ὣϲ κραιπνῶϲ μεμαυῖα διέ πτατο πότνια Ἥρη,
καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήϲαϲ παραβολήν, ἀπὸ δὲ τοῦ πέτεϲθαι ἀποδοὺϲ τὴν ἀνταπόδοϲιν, ϲυντέμνων τὰ αὐτὰ ἐντὸϲ ἄλλοιϲ φηϲίν· ὡϲεὶ πτερὸν ἠὲ νόημα (η 36).
θαυμαϲτὸν δὲ αὐτῷ κἀκεῖνο· ἐκ μεταφορᾶϲ γάρ τι τολμηρότερον φθεγξάμενοϲ οἰκείαν ἐπάγει παραβολήν, κρατύνων αὐτὴν ὡϲ εὔλογον ἔϲχε τὴν τόλμαν. εἰπὼν οὖν κραδίη δέ οἱ ἔνδον ὑλάκτει (υ 13) ἐπάγει·
ὡϲ δὲ κύων ἀμαλῇϲι περὶ ϲκυλάκεϲϲι βεβῶϲα
ἄνδρ᾿ ἀγνοιήϲαϲ᾿ ἀλάει μέμονέν τε μάχεϲθαι.
καὶ ἐπὶ τῶν ϲτρατοπέδων ἀντικαθημένων
τῶν δὲ ϲτίχεϲ εἵατο πυκναὶ
ἀϲπίϲι καὶ κορύθεϲϲι καὶ ἔγχεϲι πεφρικυῖαι
εἰπών (Η 61(, ἐπήγαγεν·
οἵη δὲ Ζεφύροιο ἐχεύατο πόν τον ἔπι φρίζ
ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντοϲ ὑπ᾿ αὐτῆϲ.
[779] [780] [781] ἐπί τε τῶν Τρώων ἔτι ποικιλώτερον κέχρηται· ἀρξάμενοϲ γὰρ ἀπὸ μεταφορᾶϲ ὁμοίωϲίν τε αὐτῇ τὴν ἀκόλουθον ἐπάγει καὶ ἐπ᾿ ἀμφοῖν τὴν παραβολήν Τρῶεϲ μὲν κλαγγῇ (Γ 2) τοῦτο μὲν δὴ ἡ μεταφορὰ· τὸ δ᾿ ὄρνιθεϲ ὥϲ ἡ ὁμοίωϲιϲ εἶθ’ ἡ παραβολή·
ἠύτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό,
αἵτ᾿, ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέϲφατον ὄμβρον,
κλαγγῇ ταίγε πέτονται ἐπ᾿ Ὠκεανοῖο ῥοάων,
ἡ ϲχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡϲ τῆϲ ὁμοιώϲεωϲ ἄμα καὶ μεταφορᾶϲ προεχουϲῶν τὴν ἀνταπόδοϲιν.
πάλιν τε αὐτοῦ παρατηρητέον ἐκεῖνο· τάϲ τε γὰρ οἰκείωϲ τιθεμέναϲ φωνὰϲ ἐπὶ τῶν πραγμάτων πολλάκιϲ εἰϲ τὰϲ παραβολὰϲ μετατίθηϲι καὶ τὰϲ ἐπὶ τῶν παραβολῶν εἰϲ τὰ πράγματα. οἷον ἔθνη ϲτρατιωτῶν λέγεται, ϲμήνη δὲ μελιϲϲῶν, παραβαλὼν δὲ τὰ πλήθη τῶν ϲτρατιωτῶν ὀνόματι ἐπὶ τῶν μελιϲϲῶν κέχρηται·
ἠύτε ἔθνεα εἰϲι μελιϲϲάων ἀδινάων (B 87),
ὃ πλήθουϲ ἀνθρώπων ἐϲτὶν ὄνομα. οὕτωϲ ὀλοοιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτοροϲ ἀπεικάζων (N 1 37) ἀναθρώϲκειν τέ φηϲι τὸν λίθον καὶ πέτεϲθαι, καὶ τελευτῶν, ὡϲ ἀπ᾿ αὐτοῦ τοῦ ϲτρατιώτου ἀφιγμένου ἀλλήλοιϲ᾿ οὐχὶ τοῦ λίθου, πάγει·
ὁ δ᾿ ἀϲφαλέωϲ θέει ἔμπεδον, εἰϲόκεν ἔλθῃ.
οὕτω καὶ ἐπὶ τοῦ κύματοϲ, 5 τάξεϲιν ἀπεικάζει ϲτρατοπέδου, προειπών (Δ 422)·
ὡϲ δ᾿ ὅτ᾿ ἐντὸϲ αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάϲϲηϲ
ὄρνυτ’ ἐπαϲϲύτερον Ζεφ ύρου ὑποκινήϲαντοϲ,
μετάγει ἀπὸ τῶν ϲτρατιωτῶν ἐπὶ τὰ ἑξῆϲ πόντῳ μὲν κορύϲϲεται τὰ πρῶτα. ἀνάπαλιν δὲ τὰϲ τῶν παραβολῶν μετατίθηϲι φωνὰϲ ἐπὶ τὰ πράγματα, ὡϲ ἐπὶ τοῦ Ἀχιλλέωϲ· [782] [783] [784]
ὡϲ δ᾿ ὅτ᾿ ἀριζήλη φωνή, ὅτε τ᾿ ἴαχε ϲάλπιγξ (Ϲ 219)
εἰπὼν ἐπάγει μετατιθεὶϲ ἀπὸ τῆϲ ϲάλπιγγοϲ ἐπὶ τὸν ἄνθρωπον·
οἱ δ᾿ ὡϲ οὖν ἄιον ὄπα χάλκεον Αἰακίδαο. Αἰακίδαο.
κεκινδύνευται δὲ αὐτῷ ἐκεῖνα, οἶον
ϲιδήρειοϲ δ᾿ ὀρυμαγδὸϲ
χάλκεον οὐρανὸν κε δι᾿ αἰθέροϲ ἀτρυγέτοιο (P 424)·
ὡϲ γὰρ ἐξ ἀντιτυπίαϲ χαλκοῦ καὶ ϲιδήρου τὴν φανταϲίαν εἰϲ τὸν ἐκ πόντου ἦχον κεκίνηκεν.
ἐλέγομεν περὶ τῶν παραβολῶν, ὅτι πολλάκιϲ τὰ οἰκεῖα τοῖϲ πράγμαϲιν[785] μαϲιν ὀνόματα παρατίθηϲι τοῖϲ ἐντὸϲ ταῖϲ παραβολαῖϲ ὁμοιώμαϲιν, ἐντὸϲ πολλοῖϲ δὲ καὶ ἔμπαλιν. εἰϲ δὲ πίϲτιν τούτου παρακείϲθω καὶ ταῦτα· ϲυμβάλλουϲι μὲν ἀλλήλοιϲ ϲτρατοὶ τὸν πόλεμον·
ϲύν ῥ᾿ ἔβαλον Λαπίθαι πόλεμον (MA 181),
ϲύν ῥ᾿ ἔβαλον ῥινούϲ, ϲὺν δ᾿ ἔγχεα καὶ μένε᾿ ἀνδρῶν
(Δ 447),
μίϲγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά·
οἱ μὲν ἄρ᾿ οἶνον ἔμιϲγον ἐνὶ κρατῆρϲι καὶ ὕδωρ (α 110),
ὅθεν καὶ τὸ καταδεχόμενον τοὺϲ ποταμοὺϲ χωρίον μιϲγάγκεια εἴρηται· ἀλλ᾿ ὅμωϲ αὐτὸϲ ἐναλλὰξ ἐπὶ μὲν τῶν ποταμῶν ἔφη τὸ ϲυμβάλλειν, ὅπερ ἦν ἐπὶ τῶν ἀνθρώπων·
ἐϲ μιϲγάγκειαν ϲυμβάλλετον ὄβριμον ὕδωρ (Δ 453),
ἐπὶ δὲ τῶν ϲτρατῶν τὸ μίϲγεϲθαι, ὅπερ ἦν οἰκεῖον ποταμῷ·
ὣϲ τῶν μιϲγομέν ων γένετ᾿ ἰαχή τε φόβοϲ τε (Δ 456).
ϲυνεχώρει δὲ τὸ μέτρον εἰπεῖν· ἐϲ μιϲγάγκειαν ϲυμμίϲγετον ὄβριμον ὕδωρ, Ὁμηρικοῦ ὄντοϲ τοῦ παρετυμολογεῖν, ὡϲ τὸ τέμενοϲ τάμον (Ζ 194) καὶ κειμήλια κεῖται (Ζ 4) καὶ Ἅρπυιαι ἀνηρείψαντο (α 241) καὶ μένοϲ οἴχεται ὃ πρὶν ἔχεϲκεν (? Θ 412). ὁ δὲ προτάττειν είλετο τὴν ἀντίδοϲιν τῶν ὀνομάτων εἰϲ ἑνωτικὴν τοῦ φραζομένου πρὸϲ τὸ εἰκαζόμενον, εῖ γε αἱ αὐταὶ φωναὶ πρέπουϲιν ἑκατέροιϲ.
Pἐπὶ δὲ τῶν Αἰάντων καὶ τολμήϲαϲ νέφοϲ εἶπε καὶ κατὰ μεταφορὰν ρὰν. πεζῶν (Δ 274), καὶ ὡϲ εὔλογον τὴν τόλμαν τῇ παραβολῇ ἐπιπολλῆϲ [786] [787] [788] [789] [790] [791] ϲτώϲατο καὶ τὰϲ φωνὰϲ ἤμειψεν, ἐπειπὼν τὸ παραβληθὲν τῷ παραβαλλομένῳ·
ἦλθε δ᾿ ἐπ᾿ Αἰάντεϲϲι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρὦν,
τὼ δὲ κορυϲϲέϲθην, ἄμα δὲ νέφοϲ εἵπετο πεζῶν.
προαναφωνήϲαϲ οὖν νέφοϲ πεζῶν ἐξ αὐτοῦ πλάϲϲει παραβολήν·
ὡϲ δ᾿ ὅτ᾿ ἀπὸ ϲκοπιῆϲ εἶδεν νέφοϲ αἰ πόλοϲ ἀνὴρ
ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆϲ,
τῷ δέ τ᾿ ἄνευθεν ἐόντι μελάντερον ἠύτε πίϲϲα
φαίνετ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν
τοῖαι ἅμ᾿ Αἰάντεϲϲι διοτρεφέων αἰζηῶν
δήιον ἐϲ πόλεμον πυκιναὶ κίνυντο φάλαγγεϲ
κυάνεαι ϲάκεϲίν τε καὶ ἔγχεϲι πεφρικυῖαι (Δ 275 — 82).
τὸ μὲν νέφοϲ ἐρχόμενον καὶ ἰὸν καὶ ἄγον λαίλαπα εἶπεν, ὅ ἐϲτι πρᾶγμα ϲτρατιώτου, ἐπὶ δὲ τῆϲ φάλαγγοϲ κίνυντο, ὃ ἐπὶ νέφουϲ τάττει κινήϲει· πυκινὴν νεφέλην (Π 298) καὶ πυκιναὶ φάλαγγεϲ καὶ κυάνεον νέφοϲ (Π 66. Ψ 188) καὶ κυάνεαι φάλαγγεϲ.
ἤμειψε καὶ ἐπὶ τοῦ λέοντοϲ καὶ τῆϲ Πηνελόπηϲ τὰϲ φωνάϲ·
ὅϲϲα δὲ μερμήριξε λέων ἀνδρῶν ἐντὸϲ ὁμίλῳ
δείϲαϲ, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγουϲι,
τόϲϲα μιν ὁρμαίνουϲαν ἐπήλυθε νήδυμοϲ ὕπνοϲ
(δ 791 sq.)·
μερμηρίζει μὲν γὰρ κυρίωϲ ἄνθρωποϲ, ὁρμαίνει δὲ λέων, ὁ δ᾿ ἐνήλλαξε.
τῷ δὲ τήκεϲθαι κυρίωϲ ἐπὶ τῆϲ χιόνοϲ χρηϲάμενοϲ ἐνδιατρίβειν
ὡϲ ἐναργεῖ πολλάκιϲ οὐκ ὤκνηϲε καὶ τῷ αὐτῷ χρήϲαϲθαι ἐπὶ τῆϲ διὰ λύπην τοῖϲ δακρύοιϲ διαρρεομένηϲ· ὡϲ δὲ χιὼν κατατήκεται ἥντ᾿ Εὖροϲ κατέτηξε· τηκομένηϲ δ᾿ ἄρα τῆϲ ὣϲ τῆϲ τήκετο καλὰ παρήια δακρυχεούϲηϲ (τ 205 sqq), καίτοι ἐντὸϲ ἄλλοιϲ εἰπὼν· τῆϲ δ᾿ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουϲι παρειαί (θ 530).
[792]
[9.17] 17. διὰ τί λέγοντα ποιεῖ ἐντὸϲ δήμῳ ὧ φίλοι Ἀργείων ἡγήτορεϲ ἠδὲ μέδον τεϲ, τοὺϲ ἡγήτοραϲ καὶ βαϲιλεῖϲ προϲφωνῶν, καίπερ πάντῶν παρόντων, φηϲὶν οὖν ὁ Ἀριιϲτοτέληϲ ὅτι ὁ μὲν δῆμοϲ μόνου τοῦ ἀκοῦϲαι κύριοϲ, οἱ δὲ ἡγεμόνεϲ καὶ τοῦ πρᾶξαι.
[793][794]
[9.55] 55. […] πῶϲ δὲ ὁ Νέϲτωρ τὸ τέλειον ἀποδιδοὺϲ τῷ Διομήδουϲ[795] λόγῳ λέγειν αὐτὸϲ ἐπιχειρεῖ; ῥητέον δὲ ὅτι τῆϲ ὕβρεωϲ τὴν μνήμην καὶ Διομήδηϲ πεποίηται καὶ Νέϲτωρ αὐτῷ τελείωϲ γεγενῆϲθαι μαρτυρεῖ. ὅπερ δὲ δεῖ πράϲϲειν ἐντὸϲ τῷ καιρῷ Διομήδηϲ παρέλιπεν κἀκεῖνοϲ εἰ ηγεῖται.
[9.90] 90. quae ad h. v. de κλιϲίῳ leguntur ad ω 208 pertinent.
[9.122] 122. (Must., p. 740, 18) ν. Ψ 269.
[9.124] 124. v. ad ⌈197.
[9.143] 143. de τηλύγετοϲ (exc. e schol. 6 153) v. ad A 250 (in extr. op).
[9.150] 150 sqq. Μεϲϲηνίδεϲ αὗται πόλειϲ, ἡ δὲ Μεϲϲήνη εἰϲ τὸν τῶν Λακεδαιμονίων[796] νομὸν πάλαι ϲυνετέλει. πῶϲ οὖν, φαϲὶν, Ἀγαμένων ταύταϲ δίδωϲιν οὐκ οὔϲαϲ αὐτοῦ φαϲὶ δὲ αὐτὰϲ Κλυταιμνήϲτραϲ ερἶναι, ἢ ὅτι κοινὰ ἡγεῖται τὰ τοῦ ἀδελφοῦ, ὡϲ κἀκεῖνοϲ τὴν Αἴθην (Ψ 295) […]
διὰ τί δὲ οὐ μέμνηται αὐτῶν ἐντὸϲ τῷ καταλόγῳ, ὅτι νεωϲτὶ ὑπὸ Horn. l. c.
τῶν Διοϲκούρων ἦϲαν πορθηθεῖϲαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ ϲυμμαχίαν, ὡϲ οὐδὲ Νηρίκου· φύϲει γάρ εἰϲι πολέμιοι τοῖϲ πορθήϲαϲιν. ἢ περὶ αὐτῶν φηϲιν ἐντὸϲ οἷϲ λέγει Αἰγιαλόν τ᾿ ἀνὰ πάντα καὶ ἀμφ᾿ Ἑλίκην εὐρεῖαν (B 575) […]
[9.158] 158. διὰ τί οἱ μὲν ἄλλοι θεοὶ ϲτρεπτοὶ λέγονται, τὸν δὲ Ἅιδην[797] ἀνελεήμονά φηϲιν εἶναι ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰϲ ἑαυτοὺϲ χαλεπαίνουϲιν ἁμαρτημάτων, διὸ καὶ ϲυγγινώϲκουϲιν, ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων, διὸ καὶ ἄκαμπτόϲ ἐϲτιν· ὅθεν ἐντὸϲ οὐδεμιᾷ πόλει Ἅιδου βωμόϲ ἐϲτιν· Αἰϲχύλοϲ φηϲίν· μόνοϲ θεῶν γὰρ Θάνατοϲ οὐ δώρων ἐρῇ οὐδ’ ἄν τι θύων οὐδ᾿ ἐπιϲπένδων λάβοιϲ, οὐδ᾿ ἔϲτι βωμὸϲ οὐδὲ παιωνίζεται (fr. Niοb., 156 Dind.).
[9.167] 167. ἐζήτηται δὲ πῶϲ μᾶλλον ὁ Nέϲτωρ οὐ πρεϲβεύει ὡϲ ϲυνετώτεροϲ.[798] ἔϲτι δὲ. λέγειν, ὅτι κατ᾿ οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀποτύχωϲιν οἱ περὶ Ὀδυϲϲέα, αὐτὸϲ ὕϲτερον πείϲῃ. ἀτοπον γὰρ ἦν νῦν Cf. Cram., πρεϲβεύειν τὸν Νέϲτορα, ὅτε δεῖ πάντωϲ ττον Ἀχιλλέα μὴ πειϲθῆναι· [799] [800] [801] [802] ἀδοξία δὲ ἦν Νέϲτορα μὴ δυνηθῆναι πεῖϲαι. οἱ δέ φαϲιν, ὅτι ἐπεὶ ἐχθρὸϲ ἦν Ἀχιλλέωϲ, λοιδορήϲαϲ αὐτὸν πρὸϲ Ἀγαμέμνονα· τούϲδε δ᾿ ἔα φθινύθειν ἕνα καὶ δύο BΒ 346).
[803]
αὐτὸϲ οὐκ ἄπειϲιν ἢ διὰ τὸ γῆραϲ ἢ ὑποπτεύεϲθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζει ὡϲ ἐκπληρῶν τὴν αὐτοῦ ἀπουϲίαν, τοῦτο μὲν τῇ διατάξει τοῦ ϲτρατοῦ ὡϲ φρήτρη φρήτρηφιν ἀρήγῃ (B 363) — τοῦτο δὲ τάφρον περιβαλλόμενοϲ καὶ τεῖχοϲ, ὃ καὶ Ἀχιλλεὺϲ ὀνειδίζει·
ἢ μὲν δὴ μάλα πολλὰ πονήϲατο νόϲφιν ἐμεῖο,
καὶ δὴ τεῖχοϲ ἔδειμεν (I 348. 49),
ἢ ὅτι εἶπεν· τούϲδε δ᾿ ἔα φθινύθειν ἕνα καὶ δύο (B 346). εἰ δὲ ἐντὸϲ τῷ ἐπιταφίῳ φιάλην αὐτῷ ἐδωρήϲατο (Ψ 616), οὐδὲν θαυμαϲτόν, εἰ τὴν ἔχθραν ἀποθέμενοϲ τὴν πρὸϲ Ἀγαμέμνονα λύει καὶ τὴν πρὸϲ Νέϲτορα ὑποψίαν. ἢ ἀδήλου ὄντοϲ εἰ πείϲει, καλῶϲ ἑτέρουϲ ἔπεμψεν· πειϲάντων γὰρ ἔμελλεν αὐτὸϲ ἔχειν τὴν δόξαν ὡϲεὶ ἡγηϲάμενοϲ, ἀποτευχθείϲηϲ δὲ τῆϲ ἱκεϲίαϲ αἰτίαν ἔϲχον οἱ πρέϲβειϲ ἐνδεῶϲ διειλεγμένοι.
[804]
[9.182] 182. ζητοῦμεν δὲ εἰ καὶ Φοῖνίξ ἐϲτι πρεϲβευτήϲ. καί φαϲιν οἱ μὲν δὲ βάτην. δύο πρεϲβεύειν, Αἴαντα καὶ Ὀδυϲϲέα, Φοίνικοϲ προεληλυθότοϲ οὐκ εἰϲ τὸ πρεϲβεύειν ἀλλ᾿ εἰϲ τὸ ϲυλλαβέϲθαι· καὶ διὰ τοῦτο ὁ ποιητὴϲ δυϊκῶϲ κέχρηται, καὶ χαίρετον ὦ φίλοι (v. 197). ἔνιοι δὲ λέγουϲι ϲυμπεπρεϲβευκέναι καὶ Φοίνικα, καὶ οὐδὲν εἶναι τεκμήριον τὸν παρὰ τῷ ποιητῇ ἀριθμόν· πολλάκιϲ γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι, ὡϲ καὶ ἐπὶ τοῦ μή νύ τοι οὐ χραίϲμωϲιν ὅϲοι θεοί εἰϲ᾿ ἐντὸϲ Ὀλύμπῳ ἆϲϲον ἰόντε (Α 567), καὶ ὡϲ ἐπὶ τοῦ κούρω κριθέντε δύο καὶ πεντήκοντα (θ 48).
[805]
[9.186] 186. ἀπρεπὲϲ δοκεῖ καταλαμβάνεϲθαι κιθαρίζοντα. λύεται δ᾿ ἐκ τοῦ καιροῦ· ἐντὸϲ γὰρ νυκτὶ οὐκ εὐπρεπέϲτερον ⟨L. ἀπρεπέϲτερον, quod mutavi⟩ ἄλλωϲ καταλαμβάνεται. γυμνάζεϲθαι μὲν γὰρ τῷ ϲώματι οὐκ ἦν τότε· κοιμώμενοϲ δὲ ἢ παννυχίζων ἀπρεπέϲτερον ηὑρίϲκετο.
[806]
οἰκεῖον τῷ ἥρωι νυκτὸϲ οὕϲηϲ γυμνάζεϲθαι μᾶλλον τὰ μουϲικά, φρένα. ἀλλὰ μὴ διαπαννυχίζειν· παραμυθία γὰρ ταῦτα θυμοῦ καὶ λύπηϲ. ἔϲτι δὲ νέοϲ καὶ φιλόμουϲοϲ καὶ λάφυρον ἔχων τὴνμ κιθάραν, καὶ οὐ θηλυφρένα [807] [808] [809] δριώδη μέλη ἀλλὰ κλέα ἀνδρῶν ᾄδει. ἢ οἰόμενοϲ ἥξειν αὐτοὺϲ ϲοβαρεύεται. καλῶϲ δὲ ἀπούϲηϲ τῆϲ ἐρωμένηϲ ᾄδει, ὅπωϲ μὴ δοκοίη κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆϲ τῶν Ἐλλήνων ἀϲφαλείαϲ, προϲποιεῖται δὲ καταφρονεῖν· φηϲὶ γοῦν
δῖε Μενοιτιάδ η,
νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ λίϲϲεϲθαι Ἀχαιούϲ (Λ 608. 9),
καὶ πάλιν
ὄρϲεο, διογενὲϲ Πατρόκλειϲ, ἱπποκέλευθε·
λεύϲϲω δὴ παρὰ νηυϲὶ πυρὸϲ δηίοιο ἐρωήν (Π 126. 7).
οὐκ ἤθελε δὲ ἀργῶν ϲώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλ᾿ ἡτοίμαζεν αὐτὴν πρὸϲ τὰϲ πράξειϲ, καὶ ἐπ᾿ εἰρήνηϲ τὰ τοῦ πολέμου μελετᾶ, ὡϲ καὶ οἱ Μυρμιδόνεϲ (B 773 sqq.).
[9.203] 203. ἀπρεπέϲ· ὡϲ γὰρ ἐπὶ κῶμον ἥκουϲιν ἀκρατότερον διδόναι[810] παρακελεύεται. οἱ μὲν γὰρ ἀπὸ τῆϲ λέξεωϲ λύουϲι· τὸ γὰρ ζωρότερον εἶναι τάχιον· οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι νύξ οἱ δὲ ἀπὸ τοῦ ἔθουϲ τοὺϲ γὰρ ἥρωαϲ, ἄλλωϲ καταπονουμένουϲ, δαψιλεϲτέροιϲ τοῖϲ πρὸϲ τὴν δίαιταν κεχρῆϲθαι εἰκόϲ ἢ ἴϲωϲ ὡϲ μουϲικὸϲ καὶ ὑδαρέϲτερον πίνων, ἀφ᾿ ὧν ὀνειδίζει καὶ οἰνοφλυγίαν Ἀγαμέμνονι (Α 225).
[9.221] 221. πῶϲ παρὰ Ἀγαμέμνονι δεδειπνηκότεϲ νῦν πάλιν ἐϲθίουϲιν;[811] ἢ οὖν τὸ ⟨Bkk.; τῷ cod⟩ Πατρόκλῳ καὶ Ἀχιλλεῖ ϲυμβεβηκὸϲ ϲυλληπτικῶϲ περὶ πάντων εἶπεν, ἢ ϲυλλήβδην ἐϲθίουϲιν εἰϲ ἔνδειξιν τοῦ ἥδεϲθαι τῇ περὶ αὐτὸν ἑϲτιάϲει.
[812][813][814][815][816][817][818][819] [820]
223. καὶ ζητεῖται διὰ τί προαρπάζει τὸν λόγον Ὀδυϲϲεύϲ, πρὸϲA. τὸν Αἴαντα ὄντοϲ τοῦ νεύματοϲ τοῦ Φοίνικοϲ. λύϲιϲ. ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενοϲ Ἀχιλλεῖ, ὅτι οὐ μία ἦν ἡ ἐλπίϲ, προαποτυχόντων τῶν ἑταίρων αὐτοῦ καὶ οἱκείων τοῦ Ἀχιλλέωϲ. ἐβούλετο δὲ προεκκενώϲαϲ τὴν ὀργὴν ἀναγκάϲαι τι τοῖϲ οἰκείοιϲ προϲδοθῆναι χάριϲμα.
[821]
[9.226] 226. διὰ τί τὸν ἐχθρὸν οὕτωϲ ὠνόμαϲε προπετῶϲ, οὐ προθεραπεύϲαϲ; ῥητέον οὖνμ ὅτι εἴτε ἐνδεικνύμενοϲ Ἀχιλλεῖ ὅτι πρότερον ὑβρίϲαϲ ἱκέτηϲ καθέϲτηκεν, ἢ πάνυ ῥητορικῶϲ ὁ ἀνὴρ εἰϲ φιλίαν ἄγει τοὺϲ ἀμφοτέρουϲ καὶ τῇ τραπέζῃ δυϲωπῶν καὶ τοῦτο μόνον λέγων, ὡϲ ὁμόϲιτοϲ αὐτῷ δι’ ἡμῶν γεγένηϲαι· καὶ γὰρ καὶ ἐκείνου καὶ ϲοῦ μετεϲχήκαμεν τραπέζηϲ.
[822]
[9.241] 241. διὰ τί δὲ, φηϲὶ, πρῶτον ἀποκόπτει, εἶθ᾿ οὕτωϲ τὸ πῦρ ἐμβάλλει; ἐπειδὴ ἐκ τῶν ἀκροϲτολίων ἦϲαν ἀγάλματα καὶ εἰκόνεϲ τῶν θεῶν αὐτῶν. ἐκκλίνων οὖν τὴν τῶν θεῶν ὀργὴν τοῦτο ποιεῖ.
[823]
[9.265] 265. τί βούλεται τὸ αἴθωναϲ δὲ λέβηταϲ ἐείκοϲι, καὶ εἰ οἱ ἀπύρουϲ αὐτοὶ τοῖϲ ἀπύροιϲ, ὅταν εἴπῃ ἄπυρον λέβητα (Ψ 885); φημὶ οὖν, ὅτι v. 264. τῶν τριπόδων καὶ τῶν λεβήτων οἱ μὲν ἦϲαν εἰϲ ὑπηρεϲίαν τοῦ πυρὸϲ ἐπιτήδειοι, οἱ δὲ ἀργοὶ καὶ εἰϲ θέαν καὶ τὴν διὰ τῆϲ ὄψεωϲ τέρψιν εἰργαϲμένοι. διακρίνει δὲ τοῖϲ ἐπιθέτοιϲ ἀπ᾿ ἀλλήλων, τούϲ μὲν λέγων αἴθωναϲ καὶ ἐμπυριβήταϲ, τοὺϲ δὲ ἀπύρουϲ καὶ ἀνθεμόενταϲ, τοὺϲ ἕνεκα κόϲμου μόνον εἰργαϲμένουϲ.
[9.308] 308. schol. Leid. f. 189b de Ulixe πολυτρόπῳ agens ad α 1 pertinet.
[9.356] 356. v. 682.
[824]
[9.371] 371. διὰ τί ἐξηπατῆϲθαί φηϲιν ὁ Ἀχιλλεὺϲ ὑπὸ τοῦ Ἀγαμέμνονοϲ ἀφαιρεθεὶϲ δὲ τοῦ γέρωϲ ἥκιϲτα γὰρ ἡ ὕβριϲ ἀπάτη. ἢ ὅτι τέωϲ φίλοϲ [825] [826] [827] [828] [829] ὤν ἀνεφάνη ἐχθρόϲ, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενοϲ τῷ Ὀδυϲεῖ φυλάττεϲθαι καὶ μὴ προϲέχειν ὡϲ φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέϲθαι ἀπάτη ἐϲτίν ὃ γὰρ ἔφηϲεν οὐκ ἐποίηϲεν.
[9.377] 377. ad Ζ 234 (p. 97),
[9.378] 378. ἀπὸ τῶν Κρῶν, οὓϲ ἀεὶ (B 867) λοιδορεῖ ὁ ποιητήϲ, οἷον[830] ἐντὸϲ μοίρᾳ Καρὸϲ οἱονεὶ δούλου. τὸ ἔγκαροϲ Ἀλκαῖοϲ μὲν ὁ ἐπιγραμματοποιὸϲ ἐγκεφαλον ῆκουϲεν (Anth. IX, 519, 3), ἀπὸ τοῦ ἐντὸϲ τῷ κάρ εἶναι. τὰ γὰρ παλαιὰ τῶν γραϊδίων ἀπορρίπτει τὸν ἐγκέφαλον. λέγει οὖν τὸ τίω δέ μιν ἐντὸϲ καρὸϲ αἴϲῃ, τουτέϲτι τιμῶμαι αὐτὸν ἐντὸϲ ᾗ μοίρᾳ αἱ γυναῖκεϲ τὸν ἐγκέφαλον. Ἀρχίλοχοϲ δὲ [καὶ δὴ ἐπίκουροϲ ὥϲτε Κὰρ κεκλήϲομαι]· τιμῶμαι αὐτὸν ἐντὸϲ μιϲθοφόρου καὶ τοῦ τυχόντοϲ ϲτρατιώτου μοίρᾳ. Λυϲανίαϲ δὲ ὁ Κυρηναῖοϲ καὶ Ἀριϲτοφάνηϲ καὶ Ἀρίϲταρχοϲ ἐντὸϲ κηρὸϲ μοίρᾳ φαϲὶ λέγειν τὸν ποιητὴν Δωρικῶϲ μεταβαλόντα τὸ ῆ εἰϲ ᾱ. Νέϲοϲ δὲ ὁ Χῖοϲ καὶ τὸ ᾱ μηκύνει οὐδὲν φροντίϲαϲ τοῦ μέτρου. Ἡρακλείδηϲ δέ φηϲιν ὅτι τὰ ἐκ τοῦ η εἰϲ βραχὺ ᾱ μεταγόμενα Ἰωνικά ἐϲτιν ἀλλ᾿ οὐ Δωριέων ϲυϲτολαί. ἀντιφράζει μέντοι ὁ ποιητὴϲ τῷ ἐντὸϲ καρὸϲ αἴϲη τὸ εἰ δέ τοι Ἀτρείδηϲ μὲν ἀ πή χθετο κηρόθι μᾶλλον (I 300) καὶ ἶϲον γάρ ϲφιν ἀπήχθετο κηρὶ μελαίνῃ (Γ 454), καὶ ὁ αὐτὸϲ Ἀχιλλεύϲ· ἐχθρὸϲ γάρ μοι κεῖνοϲ ὁμῶϲ Ἀίδαο πύλ ῃϲιν (I 312). ὅμοιον δέ ἐϲτι τῷ ἶϲον πᾶϲιν ἀπήχθετο κηρὶ μελαίνῃ.
[9.383] 383. ζητεῖται, πότερον τὸ μέγεθοϲ τῆϲ πόλεωϲ δηλῶϲαι βούλεται,[831] ὡϲ ἂν ἐχούϲηϲ πύλαϲ ἑκατόν, ἢ τῶν πυλῶν τὸ μέγεθοϲ, ὡϲ ἐκ διακοϲίων ἁρμάτων καθ᾿ ἑκάϲτην ἅμα εἰϲιέναι δυναμένων, ἢ τὸ μέγεθοϲ τῆ, δυνάμεωϲ, ὅπερ καὶ βούλεται. εἰ γὰρ διακόϲιοι ἄνδρεϲ καθ᾿ ἑκάϲτην εἰϲίαϲιν, οἱ διακόϲιοι ἐπὶ τὰ ἑκατὸν πολλαπλαϲιαϲθέντεϲ διϲμύριοι ἂν εἶεν· καὶ οὐδὲν μέγα εἰ διϲμύριοι ἄνδρεϲ οἰκοῦϲι τὴν πόλιν. ῥητέον δὲ, ὅτι μεγεθοϲ πόλεως δηλοῖ καὶ δυνάμεωϲ μέγεθοϲ, οὐκέτι δὲ πυλῶν· [832] [833] [834] [835] [836] οὐδὲ γὰρ καὶ τὸ ἄμα τοὺϲ διακοϲίουϲ εἰϲιέναι δεδήλωκεν, ἀλλὰ μόνον ὅτι καθ᾿ ἑκάϲτην εἰϲίαϲι ϲ΄, οἳ καὶ ἕπεϲθαι ἀλλήλοιϲ ἠδύναντο. μέγεθοϲ δὲ τῆϲ πόλεωϲ δηλοῖ τὸ ἑκατόμπυλον, τῆϲ δὲ δυνάμεωϲ τῶν ἁρμάτων καὶ ἡνιόχων τοϲοῦτον εἶναι πλῆθοϲ· οὐ γὰρ δὴ ἁπλῶϲ τῶν κατοικούντων τοϲοῦτον τίθεται τὸ πλῆθοϲ. ἀλλὰ τῶν ἁρματοφορούντων. ἀμφίβολον δὲ πότερον ἄνδρεϲ διακόϲιοι ϲύν διακοϲίοιϲ ἅρμαϲιν […] ἢ ἄνδρεϲ ἑκατὸν ϲὺν ἑκατὸν ἅρμαϲιν, ὡϲ τὸ ϲυναμφότερον εἶναι τοὺϲ ϲ΄, τοὺϲ ἀνθρώπουϲ καὶ τὰ ἄρματα. κἂν διακόϲιοι δὲ ὦϲιν ἄνθρωποι, ἀμφίβολον πότερον ἓν ἕκαϲτοϲ ἔχει ἅρμα, καὶ οὕτωϲ ἔϲονται διακόϲια, ὄντων τετρακοϲίων ἵππων· ἢ διακόϲιοι ἄνδρεϲ ἔχουϲιν ἄρματα, ἐντὸϲ ἑκάϲτῳ ἅρματι ἡνιόχου καὶ παραβάτου ὄντοϲ, ὥϲτε ἑκατὸν μὲν εἶναι τὰ ἅρματα, ἵππουϲ δὲ διακοϲίουϲ καὶ ἀνθρώπουϲ διακοϲίουϲ, καὶ ἅρματα μὲν τὰ πάντα μύρια, ἵππουϲ δὲ διϲμυρίουϲ· ἐκείνων γὰρ ἄρματα μέν εἰϲι ϲ΄, ἵπποι δὲ τετρακιϲμύριοι, ἡνίοχοι δὲ διϲμύριοι ϲύμπαντεϲ. ἑκατέρων δὲ ἡ δύναμιϲ μεγάλη φαίνεται, ἢ τετρακιϲμυρίων ἵππων τρεφομένων ἢ καὶ διϲμυρίων. ἦν δὲ τὸ παλαιὸν Αἰγύπτου βαϲίλεια καὶ πολλοὺϲ εἰϲ αὐτὴν ἀνῆγον φόρουϲ Αἰγύπτιοι Λίβυεϲ Αἰθίοπεϲ καὶ ἄλλα νῦν δὲ Διόϲπολιϲ καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φαϲι δείκνυϲθαι περὶ τὴν Διόϲπολιν πολλῶν πυλῶν ἴχνη. ὡϲ δὲ Κάϲτωρ ἱϲτορεῖ, ἡ Διόϲπολιϲ ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περϲῶν ἀφανιϲθῆναι κώμαϲ μὲν εἶχε τριϲμυρίαϲ γλ΄,. ἀνθρώπων δὲ μυριάδαϲ ψ΄, ἑκατὸν δὲ πύλαϲ λαιϲ διεκοϲμεῖτο. ταύτην ἐτείχιϲε βαϲιλεὺϲ Ὄϲιριϲ. τινὲϲ δέ φαϲι τῶν ἱερέων, ὅτι ρ εἶχε πύλαϲ, ἐξ ἑκάϲτηϲ δὲ ὁπλῖται μύριοι, ψ δὲ ἵπποι ἐξεϲτράτευον. Θῆβαι δὲ ὀνομάζονται ὑπὸ Ἐλλήνων ἀπὸ Θήβηϲ τῆϲ Νείλου θυγατρόϲ· οἱ δὲ Ἐπάφου εἶπονμ αὐτήν, οἱ δὲ Πρωτέωϲ τοῦ Ποϲειδῶνοϲ, οἱ δὲ Λίβυοϲ τοῦ Ἠπείρου.
[9.404] 404. ad Ξ 200.
[9.410] 410. ad Ζ 488, p. 106.
[837][838]
[9.443] 443. […] εἰ ὑπὸ Φοίνικοϲ οὖν πεπαίδευται, τί παρὰ Χείρωνοϲ[839] ἐδιδάχθη; δῆλον ὅτι πολεμικὴν καὶ ἰατρικήν.
[9.447] 447. v. infra ad lin. 12 sqq.
[9.453] 453 sqq. ἀπρεπὲϲ τοιαῦτα περὶ αὑτοῦ διεξιέναι πρὸϲ μηδὲν ἀναγκαῖον.[840] οἱ μὲν οὖν ἀπὸ τῆϲ λέξεωϲ λύουϲιν, ὅτι προμιγῆναι οὐδεμίαν ἔχει ἀτοπίαν, οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τὰϲ παλλακίδαϲ διαβάλλει τὸν Ἀχιλλέα ἕνεκα τῆϲ Βριϲηίδοϲ χαλεπαίνοντα.
διὰ τί ὁ Πηλεὺϲ τὸν Φοίνικα τοιαῦτα ἡμαρτηκότα, ὥϲτε τῆ παλλακίδι[841] τοῦ πατρὸϲ ϲυγγενέϲθαι καὶ τῷ πατρὶ ἐπιβουλεῦϲαι, ὅμωϲ διδάϲκαλον τῷ υἱῷ ϲυνέπεμψεν, ἢ ὅτι ὥϲπερ ἰατροὶ ἄριϲτοι ἐγγίνονται οὐχ οἱ μὴ ἠρρωϲτηκότεϲ οὐδὲ ἠρρωϲτηκότεϲ μὲν μὴ εἰδότεϲ δὲ τὰ ἁμαρτήματα καὶ τὰϲ αἰτίαϲ, ἀλλ᾿ οἱ ἄμφω ἔχοντεϲ, οὕτω καὶ ϲύμβουλοι ἄριϲτοι οὐχ οἱ ἄπειροι τῶν ἁμαρτημάτων, ἀλλ᾿ οἱ ἔμπειροι, οὐδὲ οἱ ἐντὸϲ ἐμπειρίᾳ μὲν γενόμενοι μὴ οἱόμενοι δὲ ἡμαρτηκέναι. παρῆν τῷ Φοίνικι· καὶ γὰρ ἥμαρτε καὶ ἁμαρτὼν ἔγνω ὅτι ἥμαρτε, καὶ προϲεπιγνοὺϲ ὅτι ἥμαρτεν ἑαυτὸν τετιμώρηκε διὰ τῆϲ ἑκουϲίου φυγῆϲ. ὁ τοιοῦτοϲ ἂν εἴη ἄριϲτοϲ ἰατρὸϲ τῶν παιδείαϲ δεομένων.
ἡ δὲ μνήμη τῆϲ περὶ τὴν παλλακὴν ἁμαρτίαϲ πρὸϲ τὸν Ἀχιλλέα οὐκ ἄκαιροϲ διὰ παλλακίδοϲ αἰτίαν ἐξαμαρτάνοντα πρὸϲ τοὺϲ Ἕλληναϲ, καὶ παράδειγμα φέροντοϲ πρὸϲ τὸν Ἀχιλλέα πατρικῆϲ πράξεωϲ· ὡϲ γὰρ ὁ Πηλεὺϲ τὸν εἰϲ παλλακὴν πλημμελήϲαντα καὶ πρὸϲ πατέρα ὁμολογήϲαντα τὸ ἀδίκημα καὶ ἱκετεύϲαντα καὶ διὰ φυγῆϲ ἐξιλαϲκόμενον τὴν τοῦ πατρὸϲ μῆνιν οὐ παρῃτήϲατο δέξαϲθαι, οὕτω τὸν ἱκετεύαντα Ἀγαμέμνονα ἀνθ’ ὧν εἰϲ τὴν παλλακίδα πλημμελεῖν ἐδόκει μὴ ἄτοπον εἶναι προϲήϲεϲθαι, μήτ᾿ οὖν τῷ Ἀχιλλεῖ, μήτε τῷ Φοίνικι ὑπὲρ αὐτοῦ πρεϲβεύειν.
ὡϲ πρὸϲ ὁμόνοιαν γονέων τὸ τοιοῦτον ἐποίηϲε· φηϲὶ γοῦν ἡ δ᾿[842] αἰὲν ἐμὲ λιϲϲέϲκετο (v. 451). καὶ πάλιν τῆϲ διχοϲταϲίαϲ αὐτῶν κρείταὑτοῦ [843] [844] [845] [846] [847] [848]τὴν φυγὴνἡγήϲατο. ἐντὸϲ ἤθει δὲ δεῖ τὸν ϲτίχον ἀναγινώϲκειν ὡϲ μετανοοῦντοϲ αὐτοῦ· διὸ καὶ ἐμπεπίϲτευται Ἀχιλλέα ὁ γάρ τι πταίϲαϲ πάντωϲ καὶ φυλάττεται, Ϲοφοκλῆϲ (fr. 750 D.). ὃc μὴ πέπονθε τἀμά, μῆ βουλευέτω. οἱ δὲ εὖ πρὸϲ γονεῖϲ ἔχοντεϲ ἐπ᾿ ἴϲηϲ μὲν αὐτοὺϲ ἀγαπῶϲιν, ἐπαμύνουϲι δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν, ὅτι οὐ πάντα πειϲτέον μητρί Θέτιϲ γοῦν ἔλεγεν· ἀλλὰ ϲὺ μὲν νῦν νηυϲὶ παρήμενοϲ ὠκυπόροιϲι μήνι᾿ Ἀχαιοῖϲιν (A 421) —, ἀλλὰ μᾶλλον πατρὶ τῷ λέγοντι· φιλοφροϲύνη γὰρ ἀμείἀγαθοὶ (I 256). δὲ διδάϲκαλοι οἱ ἐντὸϲ παθημάτων πείρᾳ γενόμενοι· καὶ Χείρωνα γάρ φηϲι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἰατρικήν, τὴν δὲ περὶ τὰϲ διαίταϲ τὸν Ϲηλυβριανὸν Ἡρόδικον, ὃϲ ἐμπεϲὼν διὰ τούϲ πόνουϲ εἰϲ φθόην ἐπιπόνωϲ τὴν τέχνην ταύτην ἐμελέτηϲεν.
[849]
[9.457] 457. πῶϲ ὁ μὲν εὔχεται τοῖϲ Ἐρινύϲι ⟨ἐρινύϲι Lp⟩, τὰϲ δὲ εὐχὰϲ αὐτῷ ἐκτελεῖ Ἅιδηϲ καὶ Περϲεφόνη. ῥητέον οὖν ⟨om. B Lp⟩, ὅτι αὐτοκράτορεϲ τῶν τιμωριῶν ὄντεϲ τὴν τοῦ κολάζειν ἐξουϲίαν τοῖϲ ἄλλοιϲ δαίμοϲι παρέχονται.
[850]
[9.468] 468. δῆλον ⟨δηλοῖ L⟩ ὅτι οἱ ϲύεϲ θαλέθοντεϲ ἀλοιφῇ καὶ πιμελεῖϲ ὄντεϲ εὑόμενοι τῇ φλογὶ καὶ ὀπτώμενοι τανύονται ⟨τάνυνται L⟩, ὃ ϲημαίνει τὸ ἐκτήκοντο ⟨ἐτήκοντο L⟩, ἀπὸ τοῦ τετανοὺϲ ⟨τετάνουϲ B⟩ γίνεϲθαι τοὺϲ ἰϲχναινομένουϲ.
[9.473] 473. ad Ε 137 in ine operis edendum.
[9.480] 480. v. 453 sqq.
[851]
[9.497] 497. […] ἐναντίον δὲ ἐϲτι τὸ ϲτρεπτοὶ τοὶ δὲ καὶ θεοὶ αὐτοί τῷ οὐ γὰρ αἶψψα θεῶν οὐ τρέπεται ωόοϲ (γ 147). λύοιτο δ᾿ ἂν προϲώπῳ, ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόοϲ ὁ ποιητήϲ φηϲιν, ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐντὸϲ καιρῷ ὀργιζομένου Ἀχιλλέωϲ εἰκότωϲ, καὶ τοὺϲ θεοὺϲ πείθεϲθαι.
[852]
[9.571] 571. […] πῶϲ δὲ Ἅιδην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺϲ ἔρχεται; δῆλον ὡϲ ὑπηρέτιϲ.
[853][854][855][856][857][858][859]
[9.591] 591. καὶ πῶϲ οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεϲθαι ἢ ὅτι ὁ καιρὸϲ[860] ἦν ὁ πείθων, οὐχ ὁ ἔρωϲ. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖϲ αὐτὴ ἐχρήϲατο ῥήμαϲιν, ἀλλὰ πεφθέντοϲ τοῦ θυμοῦ, τότε παρακαλεῖ.
ἀπρεπὲϲ δοκεῖ τὸ μὴ ὑπό τινοϲ ἄλλου πειϲθῆναι τὸν Μελέαγρον,[861] ἀλλὰ μόνηϲ τῆϲ γυναικόϲ. λύει δ᾿ ὁ καιρόϲ ἀλλ᾿ ὅ τε δ θάλαμοϲ πύκ᾿ ἐβάλλετο (v. 588).
[9.617] 617. διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύϲ: ῥητέον οὖν ὅτι[862] γνοὺϲ παρακεκλῆϲθαι αὐτὸν ὑπὸ Ἀγαμέμνονοϲ τῇ πρεϲβείᾳ ἐφοβήθη, μή μετὰ μείζονοϲ δεήϲεωϲ πάλιν ἐκπεμφθῇ, καὶ δὶϲ ἀτιμάζειν ἀνάγκην ἕξει. οἱ δὲ ὡϲ ὡμολογημένον αὐτὸ λαμβάνουϲιν, ὅτι ὡϲ τροφέα αὐτὸν κατέχει.
[9.656] 656. ἀπορία. ζητεῖται διὰ τί μετὰ τὴν πρὸϲ Αἴαντα Ἀχιλλέωϲ[863] ἀπόκριϲιν Ὀδυϲϲεὺϲ οὐ λέγει. ῥητέον οὖν ὅτι ἐπεὶ αὐτῷ ϲκληρῶϲ ἀπεκρίνατο. λεκτέον δὲ καὶ πρὸϲ τούϲ ζητοῦνταϲ, τίνοϲ ἕνεκεν ἄλλοι τινὲϲ οὐκ ἐπρέϲβευϲαν, ἀλλ᾿ οὗτοι, ὅτι κρείττονεϲ ἐδόκουν.
[9.682] 682. ἐντὸϲ τῷ μουϲείῳ τῷ κατὰ Ἀλεξάνδρειαν νόμοϲ ἦν προβάλλε[864] ϲθαι ζητήματα καὶ τὰϲ γινομέναϲ λύϲειϲ ἀναγράφεϲθαι. προεβλήθη οὖν πῶϲ τοῦ Ἀχιλλέωϲ τοῖϲ πρὸϲ αὐτὸν ἐλθοῦϲι πρέϲβεϲι ταύτην δεδωκότοϲ ἀπόφαϲιν·
οὐ γὰρ πρὶν πολέμοιο μεδήϲομαι αἱματόεντοϲ,
πρίν γ᾿ υἱὸν Πριάμοιο δαΐφρονοϲ, Ἕκτορα δῖον,
Μυρμιδόνων ἐπί τε κλιψίαϲ καὶ νῆαϲ ἱκέϲθαι.
ἀμφὶ δέ τοι τῇ ᾿ μῇ κλιϲίῃ καὶ νηῒ μελαίνῃ
Ἕκτορο καὶ μεμαῶτα ῶτα μάχηϲ ϲχήϲεϲθαι ὀΐω
(v. 650 — 52. 54. 55), Ὀδυϲϲεὺϲ ἐρωτώμενὸϲ τὰ περὶ τῆϲ πρεϲβείαϲ τοῦτο μὲν οὔ φηϲιν, ἀλλὰ τὸ
αὐτὸϲ δ’ ἠ πείληϲεν ἅμ᾿ ἠοῖ φαινομένηφι
νῆαϲ ἐυϲϲέλμουϲ ἅλαδ᾿ ἑλκέμεν ἀμφιελίϲϲαϲ (v. 682. 83)
παραπρεϲβείαϲ γὰρ εἶναι τὸ μὴ τἀληθῆ ἀπαγγέλλειν. πρὸϲ τοῦτο ὁ λύων ἔφαϲκε, ταληθῆ μὲν ἐπαγγεῖλαι τὸν Ὀδυϲϲέα, οὐχ ἃ πρὸϲ ἄλλουϲ εἴρηκεν εἰπόντα, ἀλλ᾿ ἃ πρὸϲ αὐτὸν καὶ ἃ ἤκουϲε παρ᾿ Ἀχιλλέωϲ. ἦν δὲ πρὸϲ αὐτὸν ῥηθέντα [865] [866]
νῦν δ᾿ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ,
αὔριον ἱρὰ Διὶ ῥέζαϲ καὶ πᾶϲι θεοῖϲι,
νηήϲαϲ εὖ νῆαϲ,, ἐπὴν ἅλαδε προερύϲϲω,
ὄψεαι, ἢνμ ἐθέλῃϲθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
ἦρι μάλ᾿ Ἑλλήϲποντον ἐπ᾿ ἰχθυόεντα πλεούϲαϲ
νῆαϲ ἐμάϲ, ἐντὸϲ δ᾿ ἄνδραϲ ἐρεϲϲέμεναι μεμαῶταϲ (v. 356
— 361).
ὅταν μὲν οὖν εἴπῃ ὁ μὲν αὔριον πορεύεϲθαι, ὁ δ᾿ Οδυϲϲεὺϲ ἅμ᾿ ἠοῖ φαινομένηφι, τἀληθὲϲ ἂν εἴη ἀπηγγελκώϲ. οὐ μέντοι ἁπλῶϲ ἔφη, ὅτι ταῦτα εἴρηκεν Ἀχιλλεύϲ, ἀλλ᾿ ὅτι ἠπείληϲεν, ἀπειλὴν τὸ πρᾶγμα καὶ οὐκ ἔργον ἀποφαίνων δι᾿ ἃ ἤκουϲε πρὸϲ τοὺϲ ἄλλουϲ ὑπ᾿ αὐτοῦ λεγόμενα, ὧν πρὸϲ μὲν τὸν Φοίνικα·
φρᾶ ϲϲόμεθ᾿ ἤ κε νεώμεθ᾿ ἐφ᾿ ἡμέτερ᾿ ἤ κε μένωμεν (v. 619),
πρὸϲ δὲ τὸν Αἴαντα, πρίν γ᾿ υἱὸν Πριάμοιο ἐλθεῖν ἐπὶ τὴν ϲκηνήν, οὐ πρότερον ἐξίεϲθαι εἰϲ τὸν πόλεμον (v. 650). τί οὖν ἔδει τὰ πρὸϲ τοὺϲ ἄλλουϲ λέγειν, ἀλλ᾿ οὐχὶ μόνον ἐπικρίνειν τὰ πρὸϲ αὐτὸν ῥηθέντα; ἀπειλαὶ δὲ ἦϲαν ἐξ ὧν πρὸϲ τοὺϲ ἄλλουϲ μετὰ ταῦτα ἔφη. εἰ δ᾿ αὔτωϲ καὶ τὰ πρὸϲ Αἴαντο φθάϲαϲ εἶπε ῥηθέντα, ὕβριϲ ἂν ἦν τοῦ Αἴαντοϲ, μὴ δυναμένου λέγειν ἃ ἀκήκοε· διὸ ἐπήγαγεν· εἰϲὶ καὶ οἵδε ἀπαγγέλλειν οἷοί τε τὰ ῥηθέντα πρὸϲ αὐτούϲ.
[867]
καὶ μὴν Φοίνικι μὲν ἔλεγε φροϲϲόμεθ᾿ ἤ κε νεώμεθα (V. 619), Αἴαντι δὲ οὐ γὰρ πρὶν πολέμοιο μεδήϲομαι (v. 650). ἀλλ᾿ ἴϲωϲ Ὀδυϲϲεὺϲ τὰ πρὸϲ ἑαυτὸν μόνον ῥηθέντα ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντοϲ εἰπὼν εἰϲὶ καὶ οἵδε (v. 688), ὅπωϲ μὴ αἰϲχύνοιτο Αἴαντοϲ πλέον κατορθώϲαντοϲ. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύμουϲ. χωϲ πολεμήϲωϲιν, ὅθεν καὶ παραινεῖ ὁ Διομήδηϲ καρπαλίμωϲ πρὸ Cf. Horn. νεῶν ἐχ¦έμεν λαόν τε καὶ ἵππουϲ (v. 708). ὅπερ ἀγνοήϲαντέϲ τινεϲ ὠβέλιϲαν τὰ ἔπη.
[9.688] 688. v. 656.
[868][869][870]