Ὁμηρικὰ ζητήματα
Capítulo 1. A
[1.1] Ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίν ἤρξατο καὶ μὴ ἀπὸ τῶν [1] πρώτων ὁ ποιητήϲ. καί φαμεν ὡϲ ϲποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι [2] καὶ οὐδὲ περὶ πόλεων μεγίϲτων· οἱ γὰρ Τρῶεϲ Ἀχιλλέωϲ παρόντοϲ οὐδέποτε ἐξῄεϲαν τῶν πυλῶν, καὶ ϲχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν ἐπέλεϲαν [3] τὰϲ ὁμορούϲαϲ πολίχναϲ οἱ Ἕλληνεϲ διαϲτρέφοντεϲ· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐ ἦν μὴ παρούϲηϲ ὕληϲ τῷ λόγῳ. λέγουϲι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεϲθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖϲθαι.
ἔτι ζητεῖται διὰ τί ἀπὸ δυϲφήμου ὀνόματοϲ τῆϲ μήνιδοϲ ἄρχεται. ἐπιλύουϲι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτωϲ, ὅτι πρέπον ἐϲτὶ τῇ ποιήϲει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγῖρον καὶ προϲεχεϲτέρουϲ ποιοῦν, εἰ μέλλει πολέμουϲ καὶ θανάτουϲ διηγεῖϲθαι ἡρώων.
πάλιν ζητεῖται, διὰ τί Ἀχιλλέωϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἀριϲτεύοντοϲ οὐκ Ἀχίλλειαν ὡϲ Ὀδύϲϲειαν ἐπέγραψε τὸ ϲωμάτιον. φαμὲν δ᾿ ὅτι ἐκεῖ μέν, ἅτε μόνωϲ ἐφ᾿ ἑνὸϲ ἥρωοϲ τοῦ λόγου πλακέντοϲ, καλῶϲ καὶ τοὔνομα τέθειτα, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺϲ [4] [5] ἠρίϲτευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριϲτεύοντεϲ φαίνονται. οὐ γὰρ μόνον τοῦτον οἷοϲ ἦν δηλῶϲαι βούλεται ἀλλὰ ϲχεδὸν ἅπανταϲ, ὅπου γε καὶ ἐξιϲοῖ τιναϲ αὐτῷ. ἐκ τινὸϲ οὖν ὀνομάϲαι μὴ ἔχων αὐτό, ἀπὸ τῆϲ πόλεωϲ ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶϲ ὑποφαίνει ὄνομα.
[6]
ζητοῦϲι διὰ τί ἀπὸ τῆϲ μήνιδοϲ ἤρξατο, οὕτωϲ δυϲφήμου ὀνόματοϲ. [7] διὰ δύο ταῦτα· πρῶτον μὲν ἵν᾿ ἐκ τοῦ πάθουϲ ἀποκαθαριεύϲῃ τὸ τοιοῦτο [8] μόριον τῆϲ ψυχῆϲ καὶ προϲετικωτέρουϲ τοὺϲ ἀκροατὰϲ ἐπὶ τοῦ μεγέθουϲ ποιήϲῃ καὶ προϲεθίϲῃ φέρειν γενναίωϲ ἡμᾶϲ τὰ πάθη μέλλων πολέμουϲ ἀπαγγέλλειν. δεύτερον ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήϲῃ, ἐπεὶ δὲ ἔμελλε νικῶνταϲ ἀποφαίνειν τοὺϲ Ἕλληναϲ, εἰκότωϲ οὐ κατατρέχει, ἀξισπιϲτότερον ἐκ τοῦ μὴ πάντα χαρίζεϲθαι τῷ ἐκείνων ἐπαίνῳ.
[1.2] 2. v. ζητ. Vat. 17 (═ schol. *B Α 105) in fine operis.
[9]
[1.3] 3.τὸ ολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ Ἄϊδι προΐαψεν ἐναντίον φαίνεται τῶ μοῖραν δ᾿ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν (Ζ 488), ἔτι δὲ καὶ […] [τῷ] ψυχὴ δ᾿ ἠύτ᾿ ὄνειροϲ ἀποπταμένη πεπότηται (λ 222), εἰϲ Ἅιδου δὲ κατῆλθεν· εἰ γὰρ προΐαψεν ἐϲτὶ προδιέφθειρεν, οὔτε ἡ μοῖρα [κυρία τοῦ ἀποθανεῖν] οὔτε ἡ ψυχὴ μένει, [ἀπόλλυται] γὰρ [εἰ διαφθείρεται]. λύεται δὲ κατ’αὐτὴν τὴν λέξιν· τὸ προΐαψεν ἀποδιδόαϲί τινεϲ ἀντὶ [τοῦ ἔπεμψε] πρὸ ἄλλων […] τῷ ἅμματι καὶ τῷ.πτω […] τὸ γὰρ Ἄϊδι προϊαφεν […]
[10]
ἐναντίον τῷ μοῖραν δ᾿ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν. ἀλλ᾿ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο. νῦν γὰρ δοκεῖ λέγειν. ὡψ [11] οὐ διὰ τὴν Μοῖραν ἀλλὰ τὴν μῆνιν Ἀχιλλέωϲ ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα ἀκουϲτέον τὴν πρὸ τῆϲ ὡριϲμένηϲ τελευτήν· περπώδηϲ γὰρ ἀνθρώποιϲ θάνατουϲ ὁ ἐν γήρᾳ γινόμενοϲ· γῆραϲ γάρ φηϲι καὶ θάνατοϲ τά τ᾿ ἐπ᾿ ἀνθρώποιϲι πέλονται (ν 59). προΐαψεν [12] νὖν· ἔβλαψεν πρὸ καιροῦ παραπέμψαϲα Ἅιδῃ, τουτέϲιτ πρὸ τοῦ πρέποντοϲ ἀνθρώποιϲ θανάτου. ἢ περιττεύει ἡ πρό, ὡϲ τὸ νῆάϲ τε προπάϲαϲ (Β 493).
[1.4] 4. v. Herm. XIV, p. 237.
[1.13] 13. v. Ξ 200.
[1.18] 18. ἀπρεπὲϲ τὸ τὸν ἱερέα τοῖϲ μὲν οἰκείοιϲ καταρᾶϲθαι τοῖϲ δὲ [13] ἐχθροῖϲ εὔχεϲθαι τὰ βέλτιϲτα ⟨vacuum spatium 5 fere litt. capax⟩. ἡ δὲ λύϲιϲ ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοῖϲ πολεμίοιϲ γενόμενον καὶ ὑπὲρ τῆϲ θυγατρὸϲ κινδυνεύοντα πῶϲ οὐκ εἰκὸϲ τοιούτοιϲ λόγοιϲ χρῆϲθαι πρὸϲ τὸ ϲυμφέρον αὐτῷ;
διὰ τί ὁ Χρύϲηϲ κατὰ τῶν οἰκειών ηὔχετο; λέγομεν ὅτι πρῶτον [14] μὲν ἔδει κολακεύειν τὸν τύραννον καὶ ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶϲαι, δεύτερον δὲ ὅτι διὰ τοὺϲ Τρῶαϲ ἀπολωλέκει τὴν θυγατέρα, ὅθεν εὐλόγωϲ κέχρηται ταῖϲ ἀραῖϲ κατ᾿ αὐτῶν.
[1.31] 31. ἀπρεπὲϲ τὸ τὸν βαϲιλέα περὶ τῆϲ αἰχμαλώτου λέγειν, καὶ ταῦτα [15] ἔχοντα γυναῖκα καὶ παῖδαϲ ἐξ αὐτῆϲ. λύεται δὲ καθ᾿ οὓϲ μὲν ἐκ τῆϲ λέξεωϲ· τὸ γὰρ ἐμὸν λέχοϲ ἀντιόωϲαν οὐ πάντωϲ δηλοῖ τὴν ϲυγκοιμωμένην ἀλλὰ καὶ ὑπηρετοῦϲαν πρὸϲ τὸ λέχοϲ, οἷον θαλαμηπολοῦϲαν· καθ᾿ ἑτέρουϲ δὲ ἀπὸ τοῦ καιροῦ· ἐν γὰρ πολέμῳ καὶ ϲτρατῶ τῶν Ἑλλήνων ὄντων, καὶ ταῖϲ αἰχμαλώτοιϲ ϲυνερχόμενον τὸν βαϲιλέα θέλει ἀποφῆναι καὶ οὐκ ἀϲχήμονα τὴν πρὸϲ ταύταϲ⟨cod. ταύτην, corr. Bkk.⟩ φιλοϲτοργίαν, Ὅπωϲ ἂν μᾶλλον κατέχῃ τὸ πλῆθοϲ.
[1.38] 38. v. Herm. XIV, p. 234.
[1.41] 41. v. Δ 102.
[1.42] 42. […] πῶϲ δὲ Ἕλληϲιν ἐπαρᾶται τοῖϲ εὐφημήϲαϲι δοθῆναι [16] αὐτῷ τὴν θυγατέρα; φαμὲν οὖν ὅτι, εἰ ἀπέθανεν ὁ Ἀγαμέμνων, ἀνεκζήτητοϲ ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ ἢ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτοϲ ἐγένετο ἡ Χρυϲηίϲ· ἢ ὅτι αὐτοὶ Θήβαϲ πορθήϲαντεϲ ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι ἀποθανὼν μὲν Ἀγαμέμνων ἄλυποϲ ἦν, ζῶν δὲ καθ᾿ ἡμέραν ἀποθνήϲκει βλέπων ἀπολλυμένουϲ τοὺϲ· ὄχλουϲ· καὶ ὅτι ϲυμπεριλαμβάνεται καὶ αὐτὸϲ τοῖϲ Δαναοῖϲ· καὶ ὅτι πᾶϲιν ἀρᾶται, διότι μὴ πάντεϲ ἐπέϲχον τὴν τοῦ βαϲιβλέωϲ ὕβριν· καὶ ὅτι ὡϲ βάρβαροϲ ὁ Χρύϲηϲ πᾶϲιν Ἕλληϲιν ἐχθρόϲ ἐϲτιν.
[17][18][19][20] [21]
ἀπρεπὲϲ δοκεῖ κατὰ μὲν τοῦ ὑβρίϲαντοϲ Ἀγαμέμνονοϲ μὴ ἀρᾶϲθαι ἀλλὰ κατὰ τῶν εὐφημηϲάντων Ἑλλήνων. λύεται δὲ ἐκ τῆϲ λέξεωϲ, ὅτι ἐν τοῖϲ Δαναοῖϲ ἐμπεριέχεται Ἀγαμέμνων· ἐκ δὲ τοῦ προϲώπου, ὅτι βάρβαροϲ καὶ πᾶϲιν ἐχθρόϲ· ἐκ δὲ τοῦ καιροῦ, ὅτι τὸν μὲν ϲυνέφερεν αὐτῷ ϲώζεϲθαι, τῶν δὲ νοϲηϲάντων καὶ ἀπολαβεῖν ἂν τὴν θυγατέρα.
[22]
[1.50] 50. διὰ τί ἀπὸ τῶν κυνῶν καὶ τῶν ἡμιόνων ὁ λοιμὸϲ ἤρξατο, ἀπὸ τῶν Ἑλλήνων δὲ οὒ οὐδὲ ἀπ’ ἄλλου ζώου τινόϲ καὶ οἱ μὲν ῥητορικῶϲ λύοντέϲ φαϲιν ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον ἐβούλετο παιδεῦϲαι τοὺϲ Ἕλληναϲ καὶ μὴ παντάπαϲιν ἀπολέϲαι, καὶ διὰ τοῦτο πρότερον ἀπὸ τοιούτων ζώων ἤρξατο μετάνοιαν τοῖϲ ἁμαρτήϲαϲι διδούϲ. οἱ δὲ ἀληθέϲτερον καὶ φιλοϲοφώτερόν φαϲιν, ὅτι ἅπαϲ μὲν λοιμὸϲ ἀπὸ ἐκφλογώϲεωϲ γίνεται, γῆθεν ἀναφερόμενοϲ ἐξ ἀναθυμιάϲεωϲ. διὸ καὶ τὸν Ἀπόλλωνά φαϲιν αἴτιον εἶναι τῆϲ τοιαύτηϲ ἀϲθενείαϲ, ἐπεὶ ὁ αὐτὸϲ εἶναι λέγεται τῷ ἡλίῳ καταφλέγοντι τὴν γῆν. ἐκ δὲ τῆϲ γῆϲ γιγνομένηϲ τῆϲ νόϲου, ἀναγκαῖον τοὺϲ κύναϲ πρώτουϲ ᾐϲθῆϲθαι ⟨εἰϲθεῖϲθαι cod.⟩ τῆϲ βλάβηϲ, ὅτι τε καὶ αἰϲθητικώτερό ἐϲτι τὰ ἄλογα ζῶα φύϲει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουϲι πρὸϲ τῇ γῇ καὶ ἀνιχνεύουϲι. τοὺϲ δὲ ἡμιόνουϲ οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τὸ ἐκ διαφόρων ϲωμάτων εἰληχέναι τὴν γένεϲιν παντελῶϲ γὰρ εὐδιάφθαρτον τὸ τοιοῦτο. ⟨τῆϲ δεκάτηϲ δὲ ἡμέραϲ κτλ. quae aliunde illata sunt⟩.
[23]
[1.52] 52. πῶϲ, φηϲίν, ὁ ποιητὴϲ ἐναντία ἑαυτῷ λέγει ⟨om. B⟩; προειπὼν [24]ειπὼν γὰρ ⟨εἰπὼν γὰρ πρῶτον B⟩ αὐτοὺϲ δὲ ἑλώρια ⟨δ᾿ ἑλλώρια B⟩ τεῦχε κύνεϲϲιν (v. 4) νῦν ἐπάγει αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί ⟨καίοντο θαμ. om. A⟩. ἐροῦμεν δ᾿ ὅτι ⟨οὖν ὅτι B⟩ ὁ λοιμὸϲ ηὖξε τὴν μῆνιν, ἡ μῆνιϲ δὲ τὰϲ μετὰ ταῦτα μάχαϲ· καὶ οἱ ἐν ταύταιϲ πίπτοντεϲ ἑλώρια ⟨ἑλλώρια B⟩ κυνῶν ἐγίνοντο, οἱ δὲ ὑπὸ ⟨ἀπὸ A⟩ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.
[25][26]
[1.56] 56. πῶϲ ἡ τῆϲ μήνιδοϲ αἰτία γενομ;νη τούτων ἐκήδετο; ῥητέον [27] ὅτι ϲυνέφερε τὸν Ἀχιλλέα μηνῖϲαι, ἵνα θαρρήϲαντεϲ οἱ Τρῶεϲ προέλθωϲι καὶ νικηθῶϲιν ἐκ τοῦ ἴϲου μαχόμενοι. εἰ γὰρ ἐν τῇ λόλει ἔμειναν [28] πολιορκούμενοι, μικρὸϲ ἂν ἦν ἢ ἀτελεύτητοϲ ὁ πόλεμοϲ.
[1.62] 62. 63. ἄλογον ζητεῖν παρὰ ἱερέωϲ ⟨post hoc verbum rasura 2 vel trium litt., τι?⟩ πυθέϲθαι περὶ τῶν μελλόντων· οὐ γὰρ δὴ μάντειϲ οἱ ἱερεῖϲ, οἱ δὲ ὀνειροπόλοι μηδενὸϲ ὀνείρου νῦν ζητουμένου παρέλκουϲι. λύεται δὲ ἐκ τῆϲ λέξεωϲ· τὸν γὰρ νῦν λεγόμενον θύτην ἱερέα φαίνονται καλοῦντεϲ πάλαι, ὥϲπερ καὶ ἑτέρωθεν· εἰ μὲν γάρ τίϲ μ᾿ ἄλλοϲ ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιέϲ εἰϲι θυοϲκόοι ἢ ἱερῆεϲ (Ω 270). ὁ δὲ ὀνειροπόλοϲ αὐτὸϲ ὁρᾷ ⟨Cobet. ap. Dind.; cod. δρᾶ⟩ ὑπὲρ ἑτέρων ὀνείρουϲ.
Ἡρωδιανὸϲ τελείαν δίδωϲιν εἰϲ τὸ μάντιν, ἵνα ᾖ γενικόν. ὁ [29] δὲ Πορφύριοϲ μάντιν λέγει τὸν δι᾿ οἰωνῶν ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ ⟨om. L⟩ τὸν διὰ θυϲιῶν, ὀνειροπόλον δὲ τὸν [30] ὀνειροπολούμενον, θεατὴν ὀνείρου γεγονότα ⟨πολούμενον θεα in ras. B; verba inde a θεατὴν om. L⟩.
[31][32][33][34][35][36][37] [38]
διὰ τί διττοὺϲ λέγων τοὺϲ ὀνείρουϲ ⟨τ 562 sqq.⟩ καὶ τοὺϲ μὲν αὐτῶν ψευδεῖϲ, τοὺϲ δὲ ἀληθεῖϲ, ὡϲ πάντων αὐτῶν ὄντων ἀληθινῶν φηϲιν· ἢ καὶ ὀ νειρο πόλον καὶ γάρ τ’ ὄναρ ἐκ Διόϲ ἐϲτιν, ὡϲ τῶν ὀνείρων ἐκ Διὸϲ ὄντων λύεται δὲ ἀπὸ τῆϲ ϲυναλοιφῆϲ. οὐ γὰρ ὁ τέ ⟨ὁ γὰρ τέ cod., corr. Bekk.⟩ ϲύνδεϲμοϲ ϲυναλήλιπται, ἀλλὰ τὸ τί μόριον· ἔϲτι γὰρ πλῆρεε· καὶ γάρ τι ὄναρ ἐκ Διόϲ ἐϲτι. τὸ δὲ ὀ νειροπόλον οὐ ϲημαίνει τὸν ὀνειροκρίτην, ὥϲ τινεϲ ἐξεδέξαντο, τὸν περὶ τοὺϲ ὀνείρουϲ διατρίβοντα (οὐδὲν γὰρ ὄναρ ὤφθη), ἀλλὰ ϲημαίνει τὸν ὀνειροπολούμενον, τὸν κάτοχον ὀνείροιϲ καὶ θεατὴν ὀνείρου εἰϲ αὐτὸν ἐλθόντοϲ γεγονότα.
[1.69] 69. (Eust. p. 51, 9) v. Herm. XIV, p. 234.
[1.73] 73. v. ad v. 78.
[1.78] 78. ζητ. Vat. 15 (═ schol. *B v. 78 ═ 66 Dind.) v. in fine operis.
[39]
[1.104] 104. προεβλήθη ποίου ⟨τίνοϲ L⟩ γένουϲ τὸ ⟨τὼ BL⟩ ὄϲϲε καὶ τίϲ ἡ ἑνικὴ εὐθεῖα. οἱ μὲν οὖν ἔφαϲαν, ὥϲπερ ἀπὸ τοῦ θῆρε τοῦ δυϊκοῦ κατ’ ἀποβολὴν τοῦ ε τὸ ἑνικὸν γίνεται θήρ. οὕτωϲ καὶ το ⟨Vill., codd. τὼ⟩ τὸ ὄϲϲε. ὄϲϲε τὸ ἑνικόν ἐϲτιν ὄϲϲ ⟨ὅϲϲ B⟩ διὰ τὰ ⟨om. B⟩ δύο ϲ. ἐλέγχονται δέ· οὐ γὰρ ἐπὶ πάντων ταὐτὸ γίνεται. ἰδοὺ γὰρ ἀπ ὸ τοῦ δμῶε ο γίνεται τὸ ἑνικὸν δμῶ οὐδὲ ἀπὸ τοῦ φῶτε φῶτ ⟨φῶ codd., corr. Bkk.⟩, οὕτωϲ οὐδὲ ἀπ ὸ τοῦ ὄϲϲε ὄϲϲ. ἡ δὲ αἰτία ἐπεὶ τὸ ρ καὶ τὸ ν τῶν ἀμεταπτώτων κατά γε τὸ πλεῖϲτον, προϲεβλήθη. ⟨Vill.,ἐπροϲεβλ. codd.⟩ καὶ τῷ θήρ καὶ τῷ χήν τὸ ε καὶ δυϊκὰ γέγονεν. οὐδέποτε δ’ ἂν εὕροιϲ ⟨εὕρηϲ B⟩ τοῦτο ϲυμβαῖνον ἐφ’ ὧν ἔϲχατον ἦν τὸ ϲ. τῷ γὰρ Κρήϲ εἰ προϲτεθείη ⟨προϲθείη B, εἰ μὴ προϲθείη L⟩ τὸ ε, δυϊκὸν οὐκ ἂν γένοιτο, Κρῆϲε, οὐδὲ τῷ χρώϲ καὶ παῖϲ· οὕτωϲ οὐδὲ τῷ ὄϲϲ. ἔτι καὶ ἀδύνατόν ἐϲτι ϲυλλαβὴν μίαν εἰϲ δύο ϲϲ λήγειν. οὐδὲ μὴν δύναται ὄϲ ⟨codd. ὄϲϲ, corr. Bkk.⟩ εἶναι δι’ ἑτέρου ϲ ⟨ϲϲ B⟩ τῶν γὰρ εἰϲ οϲ ληγόντων ὀνομάτων τὰ δυϊκὰ εἰϲ ω λήγει. ῥητέον οὖν ὅτι ⟨quae iam sequuntur in cod. B etiam ad Α 104 leguntur, quae nota B⟩ significo⟩ τὸ ὄϲϲε ⟨τὼ ὄϲϲε codd., corr. Bkk.⟩ οὐκ ἔϲτιν ἀρϲενικὸν δυϊκόν. [40] [41] [42] κόν. φηϲὶ γὰρ ὁ ποιητήϲ· τῶ δέ οἱ ὄϲϲε πὰρ ποϲὶν αἱματόεντα ⟨αἱματόεντε B⟩ χαμαὶ πέϲον (Ν 616), οὐχ αἱματόεντεϲ. οὐδετέραν ⟨οὐδετέραϲ B οὐ δευτέραν L⟩ οὖν ληπτέον εὐθεῖαν καὶ ἔϲται τὸ ὄϲϲοϲ, ὡϲ ἕρκοϲ βέλοϲ τεῖχοϲ, τὸ δὲ πληθυντικὸν κατὰ Ἀθηναίουϲ μὲν ἕρκη βέλη τείχη, κατὰ δὲ τοὺϲ ⟨om. B⟩ Ἴωναϲ ἕρκεα βέλεα τείχεα καὶ δῆλον ὅτι ὄϲϲεα. τῶν δὲ ⟨om. Β΄⟩ εἰϲ α πληθυντικῶν τὰ δυϊκὰ ⟨καὶ ins. B⟩ οὐδέτερα εἰϲ ε τελευτᾷ, οἷον ὄμματα ὄμματε, γράμματα γράμματε· καὶ Εὐριπίδηϲ (Hipp. 386 ) οὐκ ἂ ν δύ’ ἤτην ταῦτ’ ἔχοντε γράμματε ⟨καὶ Εὐρ. — γράμματα in uno B΄⟩, καὶ Ἀριϲτοφάνηϲ ἐντὸϲ Πλούτῳ (454)· γρύζειν δὲ καὶ ⟨om. Β΄⟩ τολμᾶτον, ὦ καθάρματε, ϲαφὲϲ οὖν ὅτι καὶ τείχεε λέξουϲι δυϊκὰ καὶ ὄϲϲεε, εἶτα κατὰ ἀφαίρεϲιν ὄϲϲε ἐγένετο ⟨om. Β΄⟩.
[1.105] 105. ζητ. Vat. 17 ( ═ h. v.) v. in extrem. parte operis.
[1.113] 113. διὰ τί ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆϲ γαμετῆϲ προκρίνει; [43] λέγει γάρ· Κλυταιμνήϲτρηϲ προβέβουλα. καὶ οἱ μέν φαϲιν, ὅτι ἕνεκα τοῦ μὴ δοκεῖν Ἕλληϲιν ἐφ’ ὕβρει κατεχεϲθαι τὴν κόρην, οἱ δὲ ὅτι ἐπαινεῖ τὴν Χρυϲηίδα ἵνα μὴ τὰ τυχόντα τοῖϲ Ἕλληϲιν ἀλλὰ τὰ μέγιϲτα δοκῇ χαρίζεϲθαι, ἔνιοι δὲ ὅτι ἵνα ψευδόμενον ἀποδείξῃ τὸν Κάλχαντα· πῶϲ γὰρ ὀργίζοιτο ἂν ὁ θεόϲ, τῆϲ αἰχμαλώτου μηδὲν ἐφύβριϲτον παϲχούϲηϲ;
[1.117] 117. […] ὁ δὲ ἤ διαϲαφητικόϲ ἐϲτιν ἀντὶ τοῦ ἤπερ, ὡϲ τὸ ἢ [44] ἀφνειότεροι (α 165). ἔϲτι δὲ καὶ μετὰ ἤθουϲ. Πορφ ύριοϲ δὲ διαζευκτικὸν ἀντὶ τοῦ καί, οἷον καὶ αὐτὸϲ ἀπολέϲθαι.
[…]
ὁ δὲ λόγοϲ τοιοῦτοϲ· θέλω, φηϲίν, ἐγὼ τὸν ὄχλον μᾶλλον [45] ϲώζεϲθαι καὶ αὐτὸϲ ἀπολέϲθαι. Πορφύριοϲ δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέϲθαι ἐγώ.
[46][47][48][49][50][51] [52]
ἤπερ, διαϲαφητικῶϲ, ὡϲ τὸ ἢ ἀφνειότεροι. ἔϲτι δὲ μετὰ ἤθουϲ. Πορφύριοϲ δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέϲθαι ἐγώ.
[53]
[1.138] 138. […] ἀπορία ⟨quae ante h. v. leguntur v. ad lin. 17⟩. τεὸν. διὰ τί δὲ ϲυνεχῶϲ ὁ Ἀγαμέμνων ἐντὸϲ ταῖϲ πρὸϲ Ἀχιλλέα διαπληκτίϲεϲιν Αἴαντοϲ καὶ Ὀδυϲϲέωϲ μνημονεύει, καὶ ἐντὸϲ τῇ ἀφαιρέϲει τῶν τιμῶν· ἢ τεὸν ἢ Αἴαντοϲ ἰὼν γέραϲ ἢ Ὀδυϲῆοϲ ⟨ὀδυϲϲῆοϲ cod.⟩ ἄξω ἑλ ών, καὶ μετ’ ὀλίγον ἐφεξῆϲ, ὅτε δεῖ πέμψαι τὴν Χρυϲηίδα, φηϲίν· εἷϲ δέ τιϲ ἀρχὸϲ ἀνὴρ βουληφόροϲ ἔϲτω, ἢ Αἴαϲ ἢ Ἰδομενεὺϲ ἢ δῖοϲ Ὀδυϲϲεὺϲ ἠὲ ϲύ, Πη λείδη, πάντων ἐκπαγλότατ’ ἀν δρ ῶν (v. 144 — 146). καὶ γὰρ ἀτιμάϲειν ἀπειλῶν ϲυγκαταλέγει Αἴαντα καὶ Ὀδυϲϲέα τῷ Ἀχιλλεῖ ⟨ἀχιλεῖ cod.⟩, καὶ ἀποϲτέλλειν πρὸϲ τὸν θεὸν ἐπαγγελλόμενοϲ ἐξ Αἴαντοϲ καὶ Ὀδυϲϲέωϲ καὶ Ἀχιλλέωϲ φηϲὶν ἕνα ἀποϲτέλλειν, ὅτε μὲν ἀτιμάϲαι ἀπειλεῖ, προθεὶϲ τὸν Ἀχιλλέα μετὰ ὕβρεωϲ. ⟨addidi; cod. om.⟩ τῶν ἀτιμαζομένων· ἢ τεὸν ἢ Αἴαντοϲ ἰὼν γέραϲ ἢ Ὀδυϲῆοϲ ⟨ὀδυϲϲῆοϲ cod.⟩, ὅτε δὲ ὑπὲρ τῶν Ἑλλήνων θύειν ἔδει ἀπελθόντα ἢ Αἴαϲ ἢ Ἰδομενεὺϲ ἢ δῖοϲ Ὀδυϲϲε ὺϲ ἠὲ ϲύ, Πηλείδη. λύϲιϲ· ὅτι οὗτοι ἐδόκουν μάλιϲτα φίλοι εἶναι Ἀλχιλλέωϲ. διὸ καὶ ὁ Νέϲτωρ αὐτὸϲ καταλέγων πρεϲβευτὰϲ πρὸϲ Ἀχιλλέα τούτουϲ αἱ ρεῖται, [54] [55] [56] [57] καὶ Ἀχιλλεὺϲ εὐμενέϲτατα ὁρᾷ ἐλθόνταϲ τούτουϲ καὶ δεξιοῦται καὶ ὁμολογεῖ τὸ προυπάρχον φίλτρον· οἵ μοι ϲκυζομέν ῳ παρ’ Ἀχαιῶν φίλτατοί ἐϲτον (1 198), καὶ χαίρετον, ἦ φίλοι ἄν δρεϲ ἱκάνετον (1 197 ). ϲυνατιμάζει οὖν τούτουϲ καὶ ϲυγκαταλέγει ὡϲ φίλουϲ ὄνταϲ τῷ Ἀχιλλεῖ τὰ μάλιϲτα.
[1.179] 179. v. ad Δ 491.
[1.194] 194. 195. Ξ 304.
[1.211] 211. τὸ ἔπεϲι μὲν ὀνείδιϲον ⟨L. c. l. ἔπεϲιν ὀνείδιϲον inc.: ὡϲ ἔϲεταί περ⟩ ἀπρεπὲϲ ⟨ἀπρεπὴϲ Lp⟩ θεᾶϲ εἰϲ λοιδορίαν ⟨εἰϲ λοιδ. θεᾶϲ ἔμπροϲθεν L⟩. ἡ δὲ λύϲιϲ ἐκ τῆϲ λέξεωϲ· ὀνείδιϲον γὰρ ἔφη ἀντὶ τοῦ ὑπόμνηϲον τῶν εὐεργεϲιῶν ὡϲ ἐγένοντο. ὀνείδιϲον γὰρ ἔφη, οὐ λοιδόρηϲον. ὀνειδιϲμὸϲ δέ ἐϲτιν ἀνάμνηϲιϲ εὐεργετημάτων ὧν τιϲ παρέϲχετο.
[1.213] 213. […] πόθεν δέ, φαϲίν, ἡ Ἀθηνᾶ οἶδεν ὅτι ὁ Ἀχιλλεὺϲ λήψεται πολλαπλάϲια δῶρα. οὐδέπω γὰρ τῆ Θέτιδι τὴν Ἀχιλλέωϲ τιμὴν ὑπέϲχετο ὁ Ζεύϲ. ὅτι οὐ μόνον θεοὶ ἀλλὰ καὶ ὁ τυχὼν ⟨τυχῶν cod.⟩ ἄνθρωποϲ γνοίη ὅτι οἱ ⟨cod. εἰ, cui pallidiore atramento suprascript. οἱ⟩ τοὺϲ κρείττουϲ ἀτιμήϲαντεϲ, εἰ κινδυνεύϲειαν, ἐπὶ τοὺϲ ὑβριϲμένουϲ καταφεύγουϲιν.
[1.225] 225. διὰ τί ὁ Ἀχιλλεὺϲ λοιδορηϲάμενοϲ Ἀγαμέμνονι τρία ταῦτα [58] οἰνοβ αρέϲ, κυνὸϲ ὄμματ’ ἔχων κραδίην δ’ ἐλάφοιο οὔτε τῷ οἰνοβαρέϲ. οἰνϲβαρεῖ ἐπιμένει οὔτε. τῷ κραδίην δ’ ἐ λἀφοιο, ἀλλὰ μάλιϲτα τῷ κυνὸϲ ὄμματ’ ἔχων, ποτὲ μὲν ἐπιφέρων ἀν αιδείην ἐ πιειμέν [59] [60] [61] [62] (v. 149), ποτὲ δὲ ἀλλὰ ϲοί, ὦ μέγ’ ἀναιδέϲ, ἑϲπόμεθα, ὄφρα ϲ χαίρῃϲ (v. 158), αὖθιϲ δὲ τιμὴν ἀρνύμενοι Μενελά ῳ ϲοί τε, κυνῶπα (v. 159); ἡ δὲ λύϲιϲ ἐκ τῶν προειρημένων ἐντὸϲ τῇ ἐκκληϲίᾳ πρὸϲ τὸν Κάλχαντα, ἐνδειχθειϲῶν τῶν τῆϲ ὁράϲεωϲ φλογώϲεων· ἔφη γὰρ ὄϲϲε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην (v. 104). τῆϲ γὰρ ἐμφανῶϲ πᾶϲι γενομένηϲ τῶν ὀφθαλμῶν μαρμαρυγῆϲ ὡϲ ⟨om. cod.⟩ ἀναιδοῦϲ ἐχόμενον τὸ τοῦ Ἀχιλλέωϲ πάθοϲ ϲυνεχῶϲ ἐπιφέρεται εἰϲ ὀνειδιϲμὸν τούτου πρὸϲ τοὺϲ τὰ ὅμοια ὁρῶνταϲ ὡϲ πρὸϲ μάρτυραϲ. Ἰϲοκράτηϲ μὲν οὖν τρία περὶ τὸν ϲτρατηγὸν ὑπάρχειν ἀγαθὰ μαρτυρεῖ κοινὰ λέγων· ὃϲ ἦν ἐπιμελέϲτατοϲ μὲν τῶν ϲτρατηγῶν, πιϲτότατοϲ δὲ τοῖϲ Ἕλληϲιν, ἐμπειρότατοϲ δὲ τῶν πρὸϲ τὸν πόλεμον κινδύνων (paneg. 142) Ὅμηροϲ δὲ κατηγορῶν τὰϲ ἐναντίαϲ ταῖϲ ἀρεταῖϲ ταύταιϲ κακίαϲ τοῦ Ἀγαμέμνονοϲ ἐκθειάζει· ἐντὸϲ μὲν γὰρ τῷ λέγειν οἰνοβαρῆ πολλὴν ὀλιγωρίαν ὀνειδίζει (τί γὰρ ἐντὸϲ μέθη ἐπιμελέϲ:), ἐντὸϲ δὲ τῷ πάντων ἀναιδέϲτατον τὴν ἀπιϲτίαν· ἡ δὲ ἀνανδρία πάντων μέγιϲτον ἐμπόδιον εἰϲ ἡγεμονίαν. — ἀπορία. ζητοῦϲι ⟨hinc etiam Lp⟩ δὲ πότερον διὰ ὕβρεωϲ ⟨ὕβριν LP⟩ ἐξηνέχθη ὁ ⟨om. Lp⟩ Ἀχιλλεὺϲ ὀργιζόμενοϲ εἰϲ τοιαύταϲ λοιδορίαϲ οἰνοβαρέϲ, κυνὸϲ ὄμματ’ ἔχων κρα δίην δ’ ἐλάφοιο, ἢ ἀπὸ τίνοϲ· ⟨ἀπό τινοϲ codd.⟩ αἰτίαϲ προαχθεὶϲ ὑπὸ τῆϲ ὀργῆϲ εἰϲ τοιαῦτα ⟨ταῦτα Lp⟩ ἐμπεπτωκέναι. λύϲιϲ ⟨om. Lp⟩· οἰνοβαρῆ μὲν οὖν αὐτὸν προήχθη εἰπεῖν, ἐπειδὴ φαίνεται ϲπουδάζων περὶ πολλὴν οἴνου κτῆϲιν. μόνῳ γὰρ αὐτῷ καὶ Μενελάῳ χίλια μέτρα οἴνου Εὔνεωϲ πέμπει (Η 471), ὅ τε Νέϲτωρ, ἐκ τῶν πραττομένων ὑπ’ αὐτοῦ τὸ ⟨om. Lp⟩ πλῆθοϲ εἰδὼϲ τῆϲ τοῦ οἴνου ⟨ἤθουϲ Lp⟩ ϲυναγωγῆϲ, φηϲί πλεῖαί τοι οἴνου κλιϲίαι, τὸν νῆεϲ Ἀχαιῶν ἠμάτιαι ⟨ἡμάτιαι B⟩ Θρῇκηθεν ἐπ’ εὐρέα πόντον ἄγουϲιν (1 71. 72). αὐτόϲ τε ὁ Ἀγαμέμνων προτρεπόμενοϲ ἐπὶ πόλεμον προφέρει ἣν φέρει τιμὴν διὰ τοῦ ϲὸν δὲ πλεῖον δέπαϲ ἀεὶ ἕϲτηχ’ ὥϲπερ ἐμοὶ πιέειν (Δ 262). ὅθεν καὶ ἐπιϲτρεφέϲτερον ὀνειδίζων εἰϲ τὰ τοιαῦτα πῆ μὲν λέγει (Θ 229) π ῆ ἔβαν εὐχωλαί ⟨πη ε, reliquae litterae evan., Lp⟩ καὶ ἐπάγει πίνοντεϲ κρατῆραϲ ἐ πιϲτεφέαϲ οἴνοιο (Θ 232). καὶ πάλιν εἰκόνα λαμβάνων τὴν ἐκ τῶν ϲυμποϲίων ⟨ϲυμποϲιῶν Lp⟩· εἴπερ γάρ κ’ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶέϲ τε ὁρκωμόϲια ⟨τρῶεϲ τ ορκ μο Lp rel. litt. evanuerunt⟩ ποιηϲάμενοι, εἶτα ἐπάγει· Τρ ώων δ’ α ὖτε ἕκαϲτον ἑλοίμεθα οἰνοχοεύειν ⟨οἰνοχορεύειν Lp⟩, π ολλαί κεν δεκάδεϲ δευοίατο οἰνοχόοιο (Β 123 sqq.). καὶ τὸ τελευταῖον καὶ τὸν θάνατον εἰϲ ⟨καὶ⟩ [63] [64] ⟨τὸν θαν. ἐξ in Lp ab alia, ut vid., manu inter lin. postea addita⟩ Ἅιδου ἀφηγεῖται, ὡϲ ἀμφὶ κρατῆρα τραπέζαϲ τε πληθο ύϲαϲ ἀπώλετο (λ 419). τὸ δὲ κυνὸϲ ὄμματ’ ἔχων ἐλέγομεν ὅτι ἐξ ὧν εἶδεν αὐτὸν ὀργιζόμενον· ὄϲϲε ⟨ὅϲτε B⟩ δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην καὶ Κάλχαντα πρ ώτιϲτα κακοϲϲόμενοϲ προϲέειπεν (Α 105). κραδίην δ’ ἐλάφοιο ἀπὸ τοῦ ἐπίφορον εἶναι εἰϲ τὸ λέγειν φε ύγωμεν καὶ τρὶϲ ἐντὸϲ τῇ Ἰλιάδι (Β 140. Ι 27. Ξ 75 sqq?) φαίνεϲθαι τοῦτο εἰρηκότα.
[1.250] 250. cum schol. Ε 153 coninctum ( ζητ. Vat. 13. 14) in extrema parte operis edendum.
[1.266] 266. ν. Herm. XIV, p. 249.
[1.279] 279. πῶϲ τοῦτο ὁ Nέϲτωρ εἴρηκεν; ἆρα δύναταί τιϲ βαϲιλεῦϲαι[65] ⟨βαϲιλεύειν L⟩ χωρὶϲ τῆϲ τοῦ θεοῦ βουλῆϲ ῥητέον οὖν ὅτι ⟨καὶ ῥητ. ὅτι L⟩ καλῶϲ τοῦτο εἴρηκεν οὐ γὰρ ἄπαντεϲ παρὰ τοῦ Διὸϲ ἔχουϲι τὸ ϲκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγωϲ δὲ εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ θεοῦ ἐϲτιν, οὐ μέντοι καὶ πᾶϲ ἄρχων καταθύμιόϲ ἐϲτι τῷ θεῷ ⟨om. ἐϲτι τῷ L⟩, ὡϲ παραχρώμενοϲ τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶϲ, τοῦ θείου παραχωροῦντοϲ αὐτῷ καὶ ἀφροντιϲτοῦντοϲ τοῦ τοιούτου.
[1.288] 288. ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ [66] οἴονται ἱκανῶϲ εἰρηκέναι. καλεῖται δὲ τὸ ϲχῆμα ἐπιβολή, ἐντὸϲ μιᾷ περιόδῳ ἀρχὰϲ πλείουϲ ἐπιφερόμενον. οὕτωϲ ἔχει καὶ τὸ ἐντὸϲ δ’ Ἔριϲ, ἐν δὲ Kυδοιμὸϲ ὁμίλεον ⟨ὡμίλεον BLp⟩, ἐντὸϲ δ’ ὀλοὴ ⟨ὀλοὸν Lp; ὀλοὴ, ἡ e corr., B⟩ K ήρ ( C 535). ἐκτὸϲ εἰ μὴ τὸ κρατεῖν ϲημαίνει I. ἀλλ᾿ ὁ δ ᾿ τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάϲϲειν, ἐπιτάϲϲειν δὲ τὸ ϲημαίνειν. κινεῖ ἀνήρ δὲ τῷ Ἀχιλλεῖ φθόνον, ὡϲ οὐχ ⟨Lp in ras. suprascrpt.⟩ ὑπὲρ τῆϲ Βριϲηίδοϲ ἀλλ’ ὑπὲρ τῆϲ ἀρχῆϲ πρὸϲ αὐτὸν διαφερομένῳ ⟨Lp add.: ἱκανὸν δὲ ἦθοϲ ἔχει ὁ διϲταγμόϲ, quae Β recte ad verba ἅ τιν’ οὐ πείϲεϲθαι ὀΐω⟩.
τί τὸ πολλάκιϲ τὴν αὐτὴν κυκλοῦν διάνοιαν χαρακτηρικόν ἐϲτιν [67] ὀργῆϲ· διὸ καὶ ἐπὶ τοῦ Ἀχιλλέωϲ ὀργιζομένου τὸ αὐτὸ πεποίηκεν ἄλλοιϲι δὴ ταῦτ’ ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε ϲήμαιν ’· οὐ γὰρ ἔγωγε τί ϲοι πείϲεϲθαι ὀίω (ν. 295 296). οἱ γὰρ ἐντὸϲ ὀργῇ, κἂν πολλάκιϲ εἴπωϲί τι, οὔπω δοκοῦϲιν ἱκανῶϲ εἰρηκέναι ⟨add. cod.: καὶ παρειϲάγει τοὺϲ πάνταϲ κτλ. ═ schol. Β p. 49, 11 Dind, quae huc non pertinent⟩.
[68][69][70] [71]
[1.300] 300 διὰ τί ὁ Ἀχιλλεὺϲ τὴν μὲν Βριϲηίδα φηϲὶ δώϲειν — χερϲὶ μὲν o ὔτι ἔγωγε μα χέϲϲομαι εἵνεκα κούρηϲ —τῶν δ’ ἄλλων ἅ μοί ἐϲτι θοῇ παρὰ νηὶ μελαίνῃ οὐδὲν προΐεϲθαί φηϲιν ἄνευ πολέμου, καίτοι περὶ τὴν Βριϲηίδα τῶν ἄλλων μᾶλλον ϲπουδάζων, ῥητέον οὖν ὅτι, ὅπωϲ μὴ ἀκρατὴϲ εἶναι δοκῇ, ἀποδοῦναι, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φηϲι φείδεϲθαι, προϲίετο· καὶ ὅτι νόμοϲ ἦν τῷ βαϲιλεῖ ἀκρατὴϲ ib.).ἐξαιρεῖϲθαι τὰ πρῶτα. ἐγένετο δ’ ἂν πάντα τὰ τῶν αἰχμαλωτίδων ἀναδάϲιμα, τῆϲ Χρυϲηίδοϲ ἀποδοθείϲηϲ, ὥϲτε παρηνόμει μὴ δοὺϲ τὴν αἱρεθεῖϲαν ὑπὸ τοῦ βαϲιλέωϲ. ἐξῆν γὰρ αὐτῷ ὅτι βούλοιτο λαβεῖν· διό φηϲιν ἢ τε ὸν ἢ Αἴαντοϲ ἢ Ὀ δυϲῆοϲ (v. 138). ὥϲτε εἰϲ μὲν τὸ τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν· τῶν δὲ ἄλλων εἴ τι ἐλάμβανεν, ὡϲ ὑβρίζοντι οὐκ ἐπέτρεπεν. οὔτε γὰρ ἀδικεῖν δεῖ οὔτε ἀδικεῖϲθαι τὸ μὲν γὰρ πονηρίαϲ ἐϲτὶ τὸ δὲ ἀνανδρίαϲ.
[72]
[1.312] 312. […] διὰ τί δὲ μὴ καθαρὺϲ ἐκπέμπει; ὅτι προὐργιαιτέρα [73]τῷ θεῷ ἡ ἀπόδοϲιϲ. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθοϲ, ὡϲ ἤδη καθαρθέντεϲ εἶεν διὰ τὴν τοιαύτην ἀπόδοϲιν.
[1.317] 317. v. ad Φ 363.
[74]
[1.340] 340. οἱ Πυθαγόρειοι κατὰ θεὸν καὶ κατὰ ἀνθρώπειον γένοϲ ὅλον τρίτον ἐτίθεντο ϲεβάϲμιον, τὸν βαϲιλέα ἢ ϲοφὸν ἄνδρα, Ὁμήρου πρώτου μεταξὺ θεῶν τε καὶ ἀνθρώπων θέντοϲ τὸν βαϲιλέα καὶ πάλιν τὸν βαϲιλέα προτιμῶντα ποιήϲαντοϲ αὑτοῦ τὸν ϲοφὸν ἄνδρα. καὶ περὶ μὲν τοῦ βαϲιλέωϲ τοιαῦτα λέγει· τ ὼ δ’ αὐτ ὼ μάρτυροι ἔϲτων πρόϲ τε θεῶν μακάρων πρόϲ τε θνητῶν ἀνθρ ώ πων καὶ πρὸϲ τοῦ βαϲιλῆοϲ. τὸ δὲ ἀπηνέοϲ προϲέθηκε διὰ τὴν ὀργήν. αὐτὸϲ δὲ ὁ βαϲιλεὺϲ οὐ μεταπέμπεται Nέϲτορα ϲκοπούμενον περὶ τῶν ϲυμφερόντων ἀλλ’ αὐτὸϲ ἄπειϲιν· ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίϲτη φαίνετο βουλή, [75] [76] [77] [78] Nέϲτορ’ ἔπι πρῶτον Nηλήιον ἐλθέμεν ἀνδρῶν (Κ 17). παρ᾿ Ἰνδοῖϲ τε τοὺϲ Βραχμᾶναϲ, οἵπερ εἰϲὶ παρ’ αὐτοῖϲ οἱ φιλόϲοφοι, λόγοϲ τοὺϲ βαϲιλέαϲ ἀπαντῶνταϲ προϲκυνεῖν.
πρότερον τῶν Πυθαγορικῶν Ὅμηροϲ μέϲην ἀνθρώπου καὶ θεοῦ[79] φύϲιν ἀνθρωπίνην τέθεικε. τὸν μὲν γὰρ ἁπλῶϲ ἄνθρωπον τοῦ βαϲιλέωϲ κατ’ ἀμφότερά φηϲιν ἐλάττονα, καίπερ ἀνθρώπου καὶ αὐτοῦ ὄντοϲ, θεοῦ δὲ ἥττονα τὸν βαϲιλέα εἶναί φηϲι διὰ τὸ φθαρτὸν.
[1.399] 399. τί ποτε ἄρα βουλόμενοϲ ταῦτα ἔπλαϲε πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρμοϲτον, εἰ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποϲειδῶν ἐβούλοντο ϲυνδῆϲαι [80] τὸν Δία, ἡ μὲν θυγάτηρ οὖϲα οἱ δὲ ἀδελφοί; διὸ καὶ ἀντὶ τῆϲ[81] Ἀθηνᾶϲ γράφουϲι καὶ Φοῖβοϲ Ἀπόλλων, ὥϲπερ οὐ τοῦ αὐτοῦ[82] μένοντοϲ ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάϲϲουϲι τὰ ἔπη· ὅπποτέ μιν.
οἴη ἐντὸϲ ἀθανάτοιϲιν ἀεικέα λοιγὸν ἀμ ῦναι,
Ἥρη τ’ ἠδὲ Ποϲειδάων καὶ Παλλὰϲ Ἀθήν η,
ὁππότε μιν ξυνδῆϲαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνοιντο βοηθήϲαντεϲ αὐτῷ μετὰ Θέτιδοϲ, ἄλλοι δέ τινεϲ οἱ ξυνδῆϲαι θέλοντεϲ, καὶ μύθουϲ δὲ λέγουϲιν ἐπὶ τούτοιϲ πολλούϲ. μάχεται δὲ τοῖϲ ἐναλλάϲϲουϲι τὸ οἴη ἐντὸϲ ἀ θ αν άτοιϲι· πῶϲ γὰρ τοῦ ποιητοῦ λέγοντοϲ ὅτι μόνη ἐνδέχεται καὶ ἄλλουϲ ἐπειϲάγειν βοηθούϲ; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν, καὶ πῶϲ οὗτοϲ βίῃ τοῦ πατρὸϲ ἀμείνων: δεῖ τοίνυν φυϲικόν τινα μᾶλλον ἐντὸϲ τούτοιϲ ὑπονοεῖν λόγον· Δία γάρ φηϲι τὴν ἄκρατον θερμαϲίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶϲ αἰτίαν, Ποϲειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βοριάρεων τὸν ἥλιον — πάντων γὰρ τῶν ἄϲτρων φωτεινότατόϲ ἐϲτι — [83] [84] [85] [86] [87] Θέτιν δὲ τὴν θέϲιν καὶ φύϲιν τοῦ παντόϲ. τοῦ ἡλίου τοίνυν ἀφιϲταμένου ἐπὶ τὰ μεϲημβρινά, ψύξεωϲ γινομένηϲ ἐντὸϲ τοῖϲ καθ’ ἡμᾶϲ μέρεϲι, ϲυμβαίνει τὸν ἀέρα, φύϲιν ἔχοντα μεταβάλλειν εἰϲ ὕδωρ, τότε μάλιϲτα ἐξυγραίνεϲθαι πλέον καὶ δυϲχείμερον γίνεϲθαι. Ποϲειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ τοῦτο βουλομένουϲ ϲυνδῆϲαι τὸν Δία φηϲίν, ἐμφαίνων, ὡϲ ἔφην, τὴν χειμερινὴν κατάϲταϲιν, ἐντὸϲ ᾗ ϲυμβαίνει τὸ ψυχρὸν ἐπικρατέϲτερον εἶναι τοῦ θερμοῦ. ἀλλ’ ἡ Θέτιϲ ἀνάγουϲα τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥϲπερ βοηθοῦϲα τῷ Διί. εἰκότωϲ δὲ ἑκατόγχειρον τοῦτόν φηϲιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολλαῖϲ ὁμοῦ χερϲὶν ἐργαζόμενοϲ. οὗ πατρὸϲ δὲ ἀμείνων, τοῦ Διόϲ Ἀπόλλωνα γάρ φηϲι τὸν ἥλιον.
[88]
[1.407] 407. διὰ τί εἰδὼϲ ὁ Ἀχιλλεὺϲ χάριν προϲοφειλομένην τῇ μητρὶ ὑπὸ τοῦ Διὸϲ οὐκ εἰϲ τὴν νίκην τῶν Ἑλλήνων κέχρηται ταύτῃ, ὅτε, φηϲί, πολλὰϲ ἀ ΰπνουϲ ν ύκταϲ ἴαυεν, ἤματα δ’ αἱματόεντα διέπρηϲϲεν ⟨διέπρηϲεν cod.⟩ πολεμίζων (Ι 325 326), εἰϲ δὲ ἀπώλειαν αὐτῶν κατακέχρηται ταύτῃ, καίπερ οὐκ σἰτίων τῆϲ ἀτιμίαϲ αὐτῷ γεγονότων τῶν Ἑλλήνων ἀλλὰ τοῦ Ἀγαμέμνονοϲ εἴπερ οὖν ἔδει κατὰ φίλων ἀδικηϲάντων χρήϲαϲθαι τῇ παρὰ Διὸϲ ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονοϲ δίκαιον ἦν τοῦτο, ἀλλ’ οὐ κατὰ τῶν ἄλλων Ἑλλήνων.
[89][90][91][92][93]
τὸ μὲν οὖν μὴ ὑπὲρ τῶν Ἑλλήνων χρήϲαϲθαι τῇ τῶν χαρίτων παρὰ Διὸϲ ἀποδόϲει οὐδὲν ἤπειγεν, αὐτοῦ τοῦ Διὸϲ ἀϲτρά πτον τοϲ ἐπιδέξι’ ἐναίϲιμα ϲήματα φαίνοντοϲ (Β 353) καὶ πάντων πεπεραϲμένην πειϲμένων ὅτι κατένευϲεν ὁ Ζεὺϲ τὴν Τρωικὴν ἀπώλειαν. εὐημερούντων οὖν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὴν ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύϲαντοϲ τὴν ἧτταν τῶν πολεμίων, ὀργιϲθέντα δὲ τοῖϲ ἀδικήϲαϲιν αὐτὸν μεταβαλεῖν τὴν τοῦ Διὸϲ γνώμην ἄλλωϲ οὐκ ἐνῆν ἢ διὰ χαρίτων ὀφειλομένων ὑπομνήϲεωϲ. καὶ τὸ μὲν νικῆϲαι τοὺϲ Ἕλληναϲ εἰϲ τοὺϲ Ἀτρείδαϲ ἔχει τὴν ἀφορμήν ⟨? evan. h. v. nonnullae litterae⟩, τὸ δὲ ἀποϲτρέφειν τὴν τοῦ Διὸϲ ϲυμμαχίαν ἐκ τῶν Ἑλλήνων εἰϲ αὐτὸν εἶχε τὸ τέλοϲ. εἰϲ τὰ αὐτῷ τοίνυν διαφέροντα θηϲαυρὶζειν τὰϲ ἀπαιτήϲειϲ οὐδὲν παράλογον ἔχει. κατὰ δὲ ⟨evan.⟩ τῶν Ἑλλήνων ἡ τιμωρία ⟨τι evan.⟩, ὅτι κατ’ αὐτὸν τὸν ποιητὴν τῶ βαϲιλεῖ κῦδοϲ μὲν ἅμ’ ἑ ψεται, εἴ κεν Ἀχαιοὶ Τρ ώων ἐκπέρϲωϲιν εὖ ναιόμεν ον πτολίεθρον, τούτῳ δ’ α ὖ μέγα πένθ οϲ Ἀχαιῶν δῃωθέντων (Δ 415 — 417 confusi cum Α 164), καὶ τὸ ὅλον ἀγώνιϲμα δείξει τῷ Ἀγαμέμνονι κατὰ τοὺϲ Νέϲτοροϲ λόγουϲ (Α 254?). αὐτὸϲ γὰρ τῷ ὄντι ἕρκοϲ Ἀχαιοῖϲιν πέλεται πολέμοιο κακοῖο (Α 284). καὶ γὰρ τοῦτο ὀμωμόκει ἐντὸϲ τῇ ἐκκληϲίᾳ, ὁ δέ τοι μέγα ϲ ἔϲϲεται ὅρκοϲ· ἦ π οτ’ Ἀχιλλῆοϲ ποθὴ ἵξεται υἷαϲ Ἀχαιῶν καὶ τὰ ἑξῆϲ (Α sq. ). καὶ ἡ Ἀθηνᾶ καί ποτέ τοι τρὶϲ τόϲϲα παρέϲϲεται ἀγλαὰ δῶρα φηϲί, καὶ ἄμφω ὁμῶϲ φιλεῖϲθαι αὐτόν τε καὶ τὸν Ἀγαμέμνονο ὑπὸ τῆϲ Ἥραϲ, καὶ ϲυμβουλεύει μηδαμῶϲ περὶ θανάτου διανοεῖϲθαι τοῦ βαϲιλέωϲ (Α 207— 214 ), κἀκεῖνοϲ ϲυναινεῖ χρῆναι ϲυμβουλεύουϲι θεοῖϲ πεπεῖϲθαι (Α 216 sqq.). ϲώζεϲθαι οὖν ἔδει τὸν Ἀγαμέμνονα διὰ πάντων, ἵνα καὶ τὰ ἀπειληθέντα πληρωθῇ. καὶ οὐκ ἄδικοϲ ἡ ⟨e corr.⟩ κρίϲιϲ. ὑπὲρ ὧν γὰρ λοιμωϲϲόντων αὐτὸϲ τὴν ἐκκληϲίαν ϲυνήγαγε καὶ τὸ πρόϲκρουϲμα ἔϲχε πρὸϲ τὸν βαϲιλέα, τούτουϲ οὐδαμῶϲ ἔϲχεν ἀγανακτοῦνταϲ ὑπὲρ αὑτοῦ ὑβριζομένου διὸ κατ’ ἀρχὰϲ μὲν ἐθεράπευεν αὐτοὺϲ λέγων οὐδέ τί πω ἴδμεν ξυνήια κείμενα πολλά, λαο ὺϲ δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν (Α 124 — 126). καὶ ἀπειλοῦντοϲ τοῦ Ἀγαμέμνονοϲ ἀφελεῖν τὴν Βριϲηίδα, οὐ παρ’ αὐτοῦ φηϲιν εἰληφέναι ἀλλὰ παρὰ τῶν Ἑλλήνων· καὶ δή μοι γέρα ϲ αὐτὸϲ ἀφαιρήϲεϲθαι ἀπειλεῖϲ, ᾧ ἔπι πὁλλ’ ἐμόγηϲα, δόϲαν δέ μοι υἷεϲ Ἀχαιῶν (Α161 162). ὕϲτερον δὲ μηδὲν αὐτῶν δυϲχεραινόντων μηδ’ [94] [95] ὥϲπερ ἐπὶ τοῦ Χρύϲου τὴν αὐτὴν γνώμην ἐνδειξαμένων αἰδεῖϲθαι δεῖν τὸν ἱερῆα (Α 23) ὅϲῳ καὶ τὸν ἀριϲτέα καὶ μὴ ἀτιμάζειν, εἰκότωϲ καί πωϲ ⟨καὶ πόθεν cod., quod correxi⟩ αὐτοῦ ὁμοίωϲ πρὸϲ πάνταϲ ἀπειλεῖ καὶ τὴν ἀφαίρεϲιν κοινοποιεῖ λέγων χερϲὶ μὲν οὔ τι ἔγωγε μαχέϲϲομαι εἵνεκα κούρηϲ ϲ ὔτε ϲοὶ o ὔτε τ ῳ ἄλλ ῳ, ἐπεί μ’ ἀφέλεϲθέ γε δόντεϲ (Α 298. 299). ὥϲτε καὶ ἡ μῆνιϲ λόγον εἶχε τὴν τιμωρίαν εἰϲπραττομένη παρὰ πάντων, τῶν μὲν διὰ τῆϲ ἥττηϲ, τοῦ δὲ διὰ τῆϲ ὑπὲρ τῶν ἡττωμένων λύπηϲ.
[96]
[1.420] 420. διὰ τί ἡ Θέτιϲ οὐκ ᾤχετο πρὸϲ τὸν Δία ἐντὸϲ Αἰθιοπίᾳ ὄντα οὐ γὰρ δὴ πόρρω Αἰθιοπία ἦν τοῦ Ὀλύμπου· καὶ γὰρ πᾶϲ χῶροϲ ῥᾴδιοϲ οὔϲῃ θεᾷ. ῥητέον οὖν ὅτι οὐδὲν ἀναγκαῖον ⟨ἂν ἀγκαῖον Lp⟩ ἐπείγεϲθαι ἐντὸϲ τῇ ὀργῇ ἐκτελέϲαι τὰ θυμῷ φίλα τοῦ ὠργιϲμένου ἀλλὰ μᾶλλον διδόναι μετανοίᾳ ⟨μετανοίαϲ Lp⟩ τόπον. ἔπειτα οὐκ ἐπιτήδειοϲ ἦν ὁ τόποϲ περὶ ὧν ἔμελλε δεῖϲθαι, παρόντων τῶν φίλων θεῶν τοῖϲ Ἀχαιοῖϲ, ἐπεὶ καὶ ὕϲτερον οὐ παραγενομένη ἀλλ’ ὑποπτεύϲαϲα ἡ Ἥρα ἐπίϲταϲθαι ἐπειρᾶτο. ὅτι δὲ παρῆϲαν δηλοῖ· φηϲὶ γὰρ θεοὶ δ’ ἅμα π άντεϲ ἕποντο (v. 424). δοκεῖ δέ τιϲι καὶ ὅπωϲ οἱ Τρῶεϲ αἴϲθωνται τῆϲ μήνιδοϲ ὁ ποιητὴϲ ἐμβάλλειν τὰϲ ἡμέραϲ ταύταϲ, ἵνα θαρϲήϲαντεϲ ἐξέλθωϲι· πρότερον γὰρ οὐκ ἐξῄεϲαν ἀλλ’ ὅϲον ἐϲ Ϲκαιάϲ τε πύλαϲ (1 354).
[97]
ἄλογον τὸ μὴ πορεύεϲθαι εὐθὺϲ εἰϲ τὴν ⟨om. L⟩ Αἰθιοπίαν. λύεται δὲ ἐκ τοῦ καιροῦ· τοῖϲ γὰρ θεοῖϲ εὐωχουμένοιϲ ἄτοπον ἐνοχλεῖν, καὶ ἄλλωϲ διὰ τὸ τοὺϲ ϲυμμάχουϲ τῶν Ἑλλήνων ἐκεῖ τυγχάνειν ⟨τυγχάνονταϲ L⟩.
[98]
[1.449] 449. δεῖ προϲιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰκάζειν αὑτὸν θεῷ. χερνίψαντο. διὰ τί δὲ μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺϲ ἀνθρώπουϲ ἀπονίπτονταϲ τὰϲ [99] [100] [101] [102] χεῖραϲ; ὅτι οὐδὲ ὄψοιϲ τοιούτοιϲ ἐχρῶντο ὥϲτε δεῖϲθαι ἀπονίψεωϲ καὶ [103] ὅτι παυόμενοι τοῦ δειπνεῖν ἔϲπενδον, μετὰ δὲ τὰϲ ϲπονδὰϲ οὐ δεῖ νίπτεϲθαι. ῥητέον δὲ καὶ τοῦτο· ὅταν γὰρ λέγῃ χέρνιβα δ’ ἀμφίπολοϲ προχ ό ῳ ἐπέχευε φέρουϲα νί ψαϲθαι (α 136), φήϲομεν ἀλλ’ οὐχὶ πρὸ τοῦ δείπνου μόνον. ἁπλῶϲ γὰρ τὰϲ ἀρχὰϲ μηνύϲαϲ οὐκέτι τὰ κατὰ μέροϲ διέξειϲιν. ὥϲτε παρέκειντο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίπτεϲθαι. καὶ γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχριϲ ὅτου βούλοιντο χρῆϲθαι αὐτοῖϲ παρέκειτο. οὕτω καὶ τοὺϲ Πυλίουϲ ἐντὸϲ τῷ κατάπλῳ Τηλεμάχου εύωχουμένουϲ οὐκέτι δεδήλωκεν ὅπωϲ τῆϲ ἠιόνοϲ ἀπηλλάγηϲαν. καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖϲαν καὶ τὸ δόρυ δοῦϲαν τῷ Τηλεμάχῳ (α 127 οὐκέτι φηϲὶ πῶϲ τοῦτο ἀπέλαβε. καὶ τὸ τόξον εἰϲ καταϲκοπὴν ἀπιόντι Μηριόνηϲ δίδωϲιν Ὀδυϲϲεῖ (Κ 260) ὅπωϲ δὲ τοῦτο ἀπέδωκεν οὐκέτι ἐπεϲημήνατο, διδοὺϲ τοῖϲ ἀκροαταῖϲ καθ’ ἑαυτοὺϲ λογίζεϲθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔϲτι γνῶναι παρ’ αὐτῷ οὐ γὰρ μόνον τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντιϲεν.
[1.462] 462. v. ψ 259.
[1.473] 473. v. ad X 391.
[1.477] 477. ad Θ 1.
[1.486] 486. ἕρματα ἐξηγοῦνται τὰ ὑπερείϲματα· γέγονε δὲ ἀπὸ τοῦ)[104] ἐνεῖρθαι καὶ ἐρηρεῖϲθαι τῇ γῇ. οὕτωϲ οὖν καὶ τὰ ἐλλόβια ἕρματα εἴρηται παρὰ τὸ ἐνεῖρθαι· ἐντὸϲ δ’ ἄρα ἕρματα ἧκεν ἐυτρήτοιϲι λοβοῖϲι· (Ξ 182 καὶ ἑρμίϲ (Θ 278. ψ 198), ὁ κλινόπουϲ, τὸ οἷον ἕρμα καὶ ἐρηρειϲμένον κατὰ τῆϲ γῆϲ. καὶ ἡμεῖ ϲ δ’ ἕρμα πόληοϲ ἀπέκταμεν ἕρματα. ( ψ 121 ), τὸ ἔρειϲμα καὶ θεμέλιον, ἐκ τοῦ ἐρηρεῖϲθαι ἐντὸϲ τῇ ἔρᾳ. καὶ [105] [106] [107] [108] ὅρμοϲ δὲ ὁ περιδέραιοϲ κόϲμοϲ· χρύϲεον ὅρμον ἔχων (ο 460), εἶτ’ ἐτυμολογεῖ· μετὰ δ’ ἠλέκτροιϲιν ἔερτο.
[109]
[1.524] 524. διὰ τί ὑποϲχόμενοϲ ὁ Ζεὺϲ τῆ Θέτιδι ἐπικρατεϲτέρουϲ ποικατανεύϲο ῆϲαι τοὺϲ Τρῶαϲ οὐκ εὐθὺϲ τοῦτο τελεῖ, πολὺν δὲ φόνον πρότερον πιτρέψαϲ τῶν Τρώων γενέϲθαι. ὡϲ εἰπεῖν τὸν ποιητήν·
ἔνθα κεν α ὖτε Τρῶεϲ ἀρηιφίλων ὑ π’ Ἀχαιῶν
Ἴλιον εἰϲανέβηϲαν ἀν αλκείῃϲι δαμέντεϲ (Ζ 73. 74),
κατανεύϲο τότε τῇ ὑποϲχέϲει προϲτίθεται, ῥητέον δὲ ὅτι τῶν ὅρκων παρὰ τῶν μαι. Τρώων ϲυγχυθέντων τιμωρίαν δοῦναι πρότερον τοὺϲ παραβάνταϲ ἠξίωϲεν· καὶ πολλῶν διὰ τοῦτο ἀνῃρημένων, ὡϲ εἰϲ ἀπόγνωϲιν τῶν πραγμάτων ἀφικέϲθαι καὶ βουλὰϲ τοῦ δεῖν ἀπογνῶναι τὴν Ἑλένην, τότε λυϲάντων τῶν Ἑλλήνων τὴν παράβαϲιν ἐκ τοῦ μὴ δέξαϲθαι τὰ πεμφθέντα ἐκ τῆϲ Ἰλίου ἐπαγγέλματα διὰ τοῦ Ἰδαίου ἔχοντα οὕτωϲ (Η sqq.).
ἠν ώγει Πρίαμόϲ τε καὶ ἄλλοι Τρῶεϲ ἀγαυοὶ
εἰπέμεν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γέν οιτο,
μῦθον Ἀλεξάνδρου, τοῦ εἵνεκα νεῖκοϲ ὄρωρε ·
κτήματα μὲν ὅϲ’ Ἀλέξαν δροϲ κοίλῃϲ ἐνὶ νηυϲὶ ν
ἠγάγετο Τροίηνδ᾿ , ὡϲ πρὶν ὤφελλ’ ἀπολέϲθαι,
πάντ’ ἐθέλει δόμεν αι καὶ ἔτ’ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι·
κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιϲ
οὔ φηϲιν δώϲειν, ἦ μὴν Τρῶέϲ γε κέλονται·
τοιαύτηϲ γὰρ πρεϲβείαϲ ἀφιγμένηϲ προϲτίθηϲιν ὁ Διομήδηϲμήτ’ (Η 400sqq.)
ἄρ τιϲ νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέϲθω
μή θ’ Ἑλέν ην· γνωτὸν δέ, καὶ ὃϲ μάλα νήπιόϲ ἐϲτιν,
ὡϲ ἤδη Τρ ώεϲϲιν ὀλέθρου πείρατ’ ἐφῆπται,
ἔπειτα τῶν Ἑλλήνων ϲυμψήφων γενομένων ὣϲ ἔφα θ᾿, οἱ δ’ ἄρα πάντεϲ ἐπίαχον υἷεϲ Ἀχαι ῶν, μῦθον ἀγαϲϲάμενοι Διομήδεοϲ ἱ πποδάμοιο (Η 403. 4 ) —, καὶ τότ’ Ἀγαμέμνονοϲ εἰπόντοϲ·
Ἰδαῖ᾿ , ἤτοι μῦθ ον [Ἀχαιῶν] αὐτὸϲ ἀκούειϲ,
ὥϲ τοι ὑποκρίνονται, ἐμοὶ δ’ ἐπιανδάνει ο ὕτωϲ (H 406. 7 ),
καὶ διὰ πάντων, τῶν τε ἀρίϲτων καὶ τοῦ βαϲιλέωϲ τοῦ τε ὄχλου, διελθόντοϲ, ὅτι μηδ’ ἐμμένουϲι τοῖϲ ὅρκοιϲ καὶ ἀποδιδοῦϲι τὴν Ἑλένην καὶ [110] [111] τὰ κτήματα καὶ ὅϲα ὡμολογήθη χρὴ πείθεϲθαι, ἀλλὰ μόνον πολεμεῖν, ϲυνέβη λύϲιν γενέϲθαι τῶν ὁρκίων καὶ τὴν ἐπιορκίαϲ δυνάμει ἄφεϲιν. οὗτοι γὰρ οὐκ εἰϲ ἀπαίτηϲιν τῆϲ Ἑλένηϲ κατὰ τοὺϲ ὅρκουϲ ἐτράπηϲαν, εἰϲ δὲ παραίτηϲιν μὲν ταύτηϲ, πολέμου δὲ παραϲκευήν· ὅθεν καὶ τεῖχοϲ ταῖϲ ναυϲὶ περιβάλλοντεϲ φαίνονται, τοὺϲ μὲν ὅρκουϲ ἐάϲαντεϲ, πρὸϲ ἄλλα δὲ τραπόμενοι. διὸ καὶ ἐπιλέγει ὁ Ἀγαμέμνων (H 411)
ὅρκια δὲ Ζεὺϲ ἴϲτω, ἐρίγδουποϲ πόϲιϲ Ἥρηϲ,
ἀνελῶν τὸ δεῖν τούτοιϲ ἐμμένειν καὶ ἐπιτρέψαϲ αὐτοὺϲ τῷ Διί. ἀνῃρημένου τοίνυν Πανδάρου τοῦ τοὺϲ ὅρκουϲ παραβάντοϲ (ε 29 sqq.) καὶ θυϲιῶν καὶ λιτανειῶν γεγονυιῶν καὶ ἐπιϲτροφῆϲ πρὸϲ τοὺϲ ὅρκουϲ διὰ τοῦ ὁμολογεῖν καὶ λέγειν (H 350 sqq )·
δεῦτ’ ἄγετ’, Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτ ῇ
δώομεν Ἀτρείδῃϲιν ἄγειν, νῦν δ’ ὅρκια πιϲτὰ
ψευϲάμενοι μαχ όμεϲθα, τῷ ο ὔ νύ τι κέρδιον ἡμῖν
ἔλπομαι ἐκτε λέεϲθαι, ἵνα μὴ ῥέξομεν ὧδε,
καὶ εἰκότωϲ καὶ ἧττα γίνεται ὑπὲρ τοῦ μὴ ἐκτελεϲθῆναι τὰ εἰρημένα καὶ παύεται ἡ ἐκ τῆϲ παραβάϲεωϲ μῆνιϲ, τῶν Ἑλλήνων ἀρνηϲαμένων τὴν κατὰ τοὺϲ ὅρκουϲ γινομένην ἀπόδοϲιν καὶ εἰϲ πὸλεμον παρεϲκευαϲμένων.
[1.526] 526. ταῦτα παιδευτικὰ πρὸϲ πίϲτιν. τὰϲ δὲ αἰτίαϲ εἶπε, δι’ ἃϲ οὐ[112] τελοῦμεν τὰϲ ὑποϲχέϲειϲ· ἢ μετανοήϲαντεϲ, ὅπερ ⟨ὃ L⟩ δηλοῖ τὸ παλιν. ἤτοι τὸ εὐμετάτρεπτον ⟨om. haec tria verba Lp⟩, ἢ παραλογιζόμενοι τοὺϲ δεηθένταϲ, ὅπερ ἐντὸϲ τῷ ἀπατηλῷ νοεῖται. ἢ οὐ δυνηθέντεϲ ἐκτελεῖν ⟨ἐπιτελεῖν Lp⟩ τὰϲ ὑποϲχέϲειϲ, ὅπερ εἶχε τὸ ἀτελεύτητον ⟨add. L: ἐκ δὲ τοῦ μέγαν δ’ ἐλέλιξεν Ὄ λυμπον ἐδήλωϲεν παλινάγρεκτλ., quae in B⟩ et Lp recte nov. schol. ad ν. 53 pertinens efficiunt⟩.
[1.544] 544. quod ad h. v. in codicibus legitur scholium omisi; B⟩ (f. 17α ad πατὴρ ) enim et L. (f. 21a) ita incipiunt: τὸν Δία μόνον τῶν θεῶν οὕτωϲ καλεῖ ὅτι κτλ., Lp (f. 63b ) vero: διὰ τὸν Δία κτλ., ita. ut litterae δια per errorem bis positae esse videantur. Quali e dittographia facillime oriri potuit quaestionis forma quam unus cod. A (f. 22b) exhibet: διὰ τί τὸν Δία κτλ.
[1.592] 592. πῶϲ τῶν ἄλλων θεῶν ἀπὸ τοῦ οὐρανοῦ φερομένων ῥιπῇ,[113] Ἥφαιϲτοϲ δι’ ὅληϲ ἡμέραϲ φέρεται φαμὲν οὖν ὅτι π ᾶν δ’ ἧμαρ οὐ [114] [115] [116] [117]δηλοῖ τὸν ἀπὸ πρωίαϲ μέχριϲ ἑϲπέραϲ καιρόν, ἀλλὰ τὴν πελάζουϲαν τῇ νυκτὶ ὥραν, ὡϲ καὶ ἀλλαχοῦ· οἱ δὲ πανημέριοι μολπῇ θεὸν λάϲκοντο (Α 472) καὶ τὰ ἑξῆϲ, πρόπαν ἦμαρ ἐϲ ἠέλιον καταφερόμην. δύντα δαίνυντο (Α 601 ).
[118]
[1.594] 594. εἰ ἐλαττοῦται, φαϲὶ, τὸ θεῖον. καὶ τέλεον ἐπιλείψει, ἀγνοοῦνθυμὸϲ. τεϲ ὅτι πολλαὶ τῶν ἐντὸϲ τῷ κόϲμῳ φύϲειϲ μειοῦνται μὲν οὐκ ἐκλείπουϲι δὲ τέλεον. καὶ γὰρ καὶ αὐχμῶν πλεοναζόντων μειοῦται τὸ ὑγρὸν ἀλλ’ οὐκ ἐπιλείπει. καὶ Ἄρηϲ· μόγιϲ δ’ ἐϲαγείρατο θυμόν (Φ 417 ).