[1]: 16. τὸν θαυμάσιον Πλάτωνα.
[2]: 14. σημείωσαι ὅτι παῖδα λέγει τὴν ἄλογον τῆς ψυχῆς δὑναμιν.
[3]: 3. πέλανα πέμματα ἐκ παιπάλης, ἥ ἐστι λεπτότατον ἄλευρον εἰς θυσίαν ἐπιτήδειον. ἢ οἱ μέλιτι δεδευμένοι καρποί. ἢ θεοὶ ἀπαρχαί τινες. ἢ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρός. καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμένον ὀπῶδες δάκρυον, οἷον λιβανωτὸν καὶ κόμι. καὶ ὁ τοῦ μάντεως μισθὸς ὀβολός.
[4]: 18. λιβανωτός ἐστι τὸ ἐκ Λιβάνου γιγνόμενον ἄρωμα. ψαιστὰ δέ εἰσιν ἄλφιτα ἐλαίῳ καὶ οἴνῳ δεδευμένα ἀπὸ τῆς τοῦ μύλου περιψήσεως, ἅπερ ἐπεθυμίων τοῖς θεοῖς. πόπανα δὲ πλακουντία πλατέα καὶ λεπτὰ καὶ περιφερῆ.
[5]: 12. τοῦτο καὶ Σώπατρος προφέρει ἐν ταῖς ἐκλογαῖς τῶν ἱστοριῶν.
[6]: 30. Ἰωνικῶς ἀντὶ τοῦ εὔφημα. καὶ εὐστομεῖν ἀντὶ τοῦ εὐφημεῖν λέγουσιν.
[7]: 27. ὡς οἶμαι τὸν θεῖον λέγειν Μωσέα.
[8]: 4. πολλῷ πλέον. τὸ δὲ ἤπου ἴσως σχεδόν.
[9]: 15. σημείωσαι καὶ Βούλγαροι τοῦτο ἐποίουν πρὸ τοῦ δέξασθαι τὸ ἅγιον βάπτισμια.
[10]: 14. οἶμαι Ἡράκλειτον τοῦτο λέγειν.
[11]: 24. οὐδενὸς ἀξίων. ῥῶπος γὰρ ὁ παντοδαπὸς ἢ καὶ ὁ λεπτὸς φόρτος, ἀλλὰ καὶ μῖγμα χρώματος ἐξ οὑ καὶ ῥωποπώλης ὁ ταῦτα πιπράσκων.
[12]: 25. σκώύμματος, κολακείας, γελωτοποιίας· εἴρηται δὲ ἀπὸ τοῦ λοχεῖν ἐν τοῖς βωμοῖς πρὸς τό τι ἀπὸ τῶν θυμάτων λαβεῖν.
[13]: 23. τῷ παρʼ αὐτοῖς σαββάτῳ.
[14]: 2.μεγαλοφρονοῦντες, ὑποκρινόμιενοι· νῦν δὲ προσποιούμενοι. 14. ὅτι ἐκ τῆς ἀρίστης διαγωγῆς τὸ προφητεύειν.