Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα
Plutarch
Leipzig: Teubner, 1891.
Perseus Digital Library, Tufts University (CC BY-SA 4.0).
URN: urn:cts:greekLit:tlg0007.tlg100.perseus-grc2
Texto
[1] [500b] Ὅμηρος Ὅμηρος] P 446 μὲν ἐπιβλέψος τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις, ἐξεφώνησεν ὡς οὐδέν ἐστιν ὀιζυρώτερον ἀνδρός, [5] πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει [500c] πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ. ἡμεῖς δʼ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῴων ἀνηγορευμένον, αὐτὸν αὑτῷ συγκρίνωμεν, συγκρίνωμεν R: συγκρίνομεν [10] εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην ἢ διʼ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ φύσιν, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον [15] ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς. αὐτῆς R: αὐτῇ οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον τὸ χεῖρον καὶ κουφότερον καὶ ἄσφυκτον.
[2] ἡ μὲν οὖν Αἰσώπειος ἀλώπηξ περὶ ποικιλίας δικαζομένη πρὸς τὴν πάρδαλιν, ὡς ἐκείνη τὸ σῶμα [20] [500d] καὶ τὴν ἐπιφάνειαν εὐανθῆ καὶ κατάστικτον ἐπεδείξατο, τῇ δʼ ἦν τὸ ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν· ἀλλʼ ἐμοῦ τοι τὸ ἐντός ἔφη σκοπῶν, ὦ δικαστά, ποικιλωτέραν με τῆσδʼ ὄψει δηλοῦσα τὴν περὶ τὸ ἦθος εὐτροπίαν εὐστροφίαν R ἐπὶ πολλὰ ταῖς χρείαις [5] ἀμειβομένην. λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοὶ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τʼ ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἔνδοθεν ἀνοίξῃς, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις [10] καὶ θησαύρισμα, ὥς φησι Δημόκριτος, Δημοκριτος] Mullach. 1 p. 346 οὐκ ἔξωθεν [500e] ἐπιρρεόντων, ἀλλʼ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς; οὖσα τοῖς πάθεσιν. εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα σφυγμοῖς καὶ ὢχραις ὤχραις] χρόαις? ἐρυθαινόμενα φωρᾶται, [15] καὶ θερμότητες αὐτὰ καὶ πόνοι προπετεῖς ἐλέγχουσι, τὰ δʼ ἐν ψυχῇ λανθάνει τοὺς πολλοὺς κακὰ ὄντα, διὰ τοῦτʼ ἐστι κακίω, προσαφαιρούμενα τὴν ἐπʼ αὐτοῖς τοῦ πάσχοντος αἴσθησιν. τῶν μὲν γὰρ [500f] περὶ τὸ σῶμα νοσημάτων ἐρρωμένος ὁ λογισμὸς [20] αἰσθάνεται· τοῖς δὲ τῆς ψυχῆς συννοσῶν αὐτὸς οὐκ ἔχει κρίσιν ἐν οἷς πάσχει, πάσχει γὰρ ᾧ κρίνει· καὶ δεῖ τῶν ψυχικῶν πρῶτον καὶ μέγιστον ἀριθμεῖν τὴν ἄνοιαν, ἄνοιαν] ἄγνοιαν W διʼ ἧς ἀνήκεστος ἡ κακία τοῖς πολλοῖς συνοικεῖ καὶ συγκαταβιοῖ καὶ συναποθνῄσκει. ἀρχὴ γὰρ [25] ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον ὁ δʼ ἀπιστίᾳ τοῦ νοσεῖν οὐκ εἰδὼς ὧν δεῖται, κἂν παρῇ τὸ θεραπεῦον, ἀρνεῖται [501a] . καὶ γὰρ τῶν περὶ τὸ σῶμα νοσημάτων τὰ μετʼ ἀναισθησίας χείρονα, λήθαργοι κεφαλαλγίαι ἐπιληψίαι ἀποπληξίαι· αὐτοί τε πυρετοὶ συντείναντες εἰς παρακοπὴν τὸ φλεγμαῖνον καὶ τὴν αἴσθησιν [5] ὥσπερ ἐν ὀργάνῳ διαταράξαντες κινοῦσι χορδὰς τὰς ἀκινήτους φρενῶν. Nauck. p. 907
[3] διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρωπον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ· ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν. οὔτε γὰρ [10] ἀφραίνοντες οὔτʼ ἀσελγαίνοντες οὔτʼ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦσιν, ἀλλʼ ἔνιοι καὶ κατορθοῦν. [501b] πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν ποδώκειαν οὐδʼ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ [15] ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν. εἶθʼ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν. ἐπεὶ ἐπεὶ X: ἐπὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι [20] λέγομεν, ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος. ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι παρέχει, τὴν φλέβα τεμεῖν, τὴν κεφαλὴν θεραπεῦσαι [501c] παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις [25] ὑπὸ τοῦ πάθους τὰ φίλτατʼ ἠγνοηκυίας, ἄγομεν ἄγομεν] φέρομεν Euripides ἐξ ὄρεος ἐξ ὀρέων idemEurip. Bacch. 1169 ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακάριον θήραμα. μακαρίαν θήραν Vita Crass. c. 33 et Euripides Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς εἰς τὸ κλινίδιον ἑαυτὸν ἡσυχίαν ἄγει θεραπευόμενος· [5] ἂν δέ που μικρὸν ἐξᾴξῃ ἐξάξῃ Duebnerus: ἐξάξῃ καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοιςEur. Or. 258 ἐπέστησε καὶ κατέσχεν. οἱ δʼ ἐν τοῖς ψυχικοῖς πάθεσιν [10] ὄντες, τότε τότε] ὅτε? μάλιστα πράττουσι, τόθʼ ἥκιστα ἡσυχάζουσιν αἱ γὰρ ὁρμαὶ τῶν πράξεων ἀρχή, τὰ [501d] δὲ πάθη σφοδρότητες ὁρμῶν. διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλʼ ὅτε μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότʼ αὐτὸν εἰς [15] ὕπαιθρον ἕλκουσι, τότʼ ἀποκαλύπτουσιν οἱ θυμοὶ αἱ φιλονεικίαι οἱ ἔρωτες αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον.
[4] ὥσπερ γὰρ ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν [20] οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι· οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες βαρύτεροι στείλασθαι οἱ στείλασθαι R τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδʼ ἐπιστῆσαι τεταραγμένον τὸν λογισμόν· ἀλλʼ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ δρόμοις ὀλεθρίοις ὀλεθρίοις] ἐναντίοις Duebnerus καὶ παραφόροις [25] [501e] διατραχηλιζόμενος εἴς τι ναυάγιον φοβερὸν ἐξέπεσε καὶ συνέτριψε τὸν ἑαυτοῦ βίον. ὥστε καὶ διὰ ταῦτα καὶ διὰ ταῦτα] dubito an non glossema sit sive hoc sive καὶ τούτοις καὶ τούτοις χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν· τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς συμβέβηκε. καὶ τί δεῖ τὰ [5] πολλὰ λέγειν τῶν παθῶν, ὧν αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν; ὁρᾶτε τὸν πολὺν καὶ παμμιγῆ τοῦτον τὸν ἐνταῦθα συνηραγμένον καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα καὶ τὴν ἀγοράν; οὐ θύσοντες οὗτοι [501f] συνεληλύθασι πατρίοις θεοῖς οὐδʼ ὁμογνίων μεθέξοντες [10] ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ Διὶ Λυδίων καρπῶν ἀπαρχὰς φέροντες οὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες ὀργιάσοντες *: ὁργιάσοντες κώμοις· ἀλλʼ ὥσπερ ἐτησίοις περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνασα τὴν Ἀσίαν ἐπὶ δίκας καὶ ἀγῶνας [15] [502a] ἐμπροθέσμως ἥκουσαν ἐνταῦθα συμβάλλει· καὶ πλῆθοςsupplendumne καὶ πραγμάτων πλῆθος an ἀθρόων πραγμάτων? dubium ὥσπερ ῥευμάτων ἀθρόων εἰς μίαν ἐμπέπτωκεν ἀγορὰν καὶ φλεγμαίνει καὶ· συνέρρωγεν ὀλλύντων τε καὶ ὀλλυμένωνHom. Δ 451 ποίων ταῦτα πυρετῶν ἔργα ποίων δʼ ἠπιάλων; τίνες ἐνστάσεις ἢ παρεμπτώσεις [20] ἢ δυσκρασία θερμῶν ἢ ὑπέρχυσις ὑγρῶν; ἂν ἑκάστην δίκην ὥσπερ ἄνθρωπον ἀνακρίνῃς πόθεν πέφυκε πόθεν ἥκει, τὴν μὲν θυμὸς αὐθάδης γεγέννηκε τὴν δὲ μανιώδης φιλονεικία τὴν δʼ ἄδικος ἐπιθυμία .
Ὁ Διαφορεύς παρῆν