τὸν κεράτινον βωμὸν εἶδον ἐν τοῖς ἑπτὰ καλουμένοις θεάμασιν ὑμνούμενον, ὅτι μήτε κόλλης δεόμενος μήτε τινὸς ἄλλου δεσμοῦ διὰ μόνων τῶν δεξιῶν συμπέπηγε καὶ συνήρμοσται κεράτων. ἵλεως δʼ ὁ θεὸς εἴη καὶ πρός τι μουσικὸν ὄντα καὶ νησιώτην, ὑμνουμένης τῆς πελαγίου σειρῆνος, εὐμενῶς καὶ καταγελᾶν τῶν ἐρωτημάτων ἐκείνων, ἃ σκώπτοντες ἐρωτῶσιν οὗτοι, δια τί […] Ἀπολλων συθ οὐδὲ τριγλοβο […] δὴ γινώσκοντα […] Ἀφροδίτην ὁμου […] [983f] κατὰ θάλατταν ποιουμένην αὑτῆς ἱερὰ καὶ ἀδελφὰ καὶ μηδενὶ φονευομένῳ χαίρουσαν. ἐν δὲ Λέπτει τοὺς ἱερεῖς τοῦ Ποσειδῶνος οὐδὲν ἔναλον τὸ παράπαν ἐσθίοντας τρίγλαν δὲ τοὺς ἐν Ἐλευσῖνι μύστας σεβομένους ἴστε, καὶ τῆς Ἥρας ἐν Ἄργει τὴν ἱέρειαν ἀπεχομένην ἐπὶ τιμῇ τοῦ ζῴου· τὸν γὰρ θαλάττιον λαγωόν, ὅς ἐστιν ἀνθρώπῳ θανάσιμος, κτείνουσιν αἱ τρίγλαι μάλιστα καὶ καταναλίσκουσι διὸ ταύτην ὡς φιλάνθρωπα καὶ σωτήρια ζῷα τὴν ἄδειαν ἔχουσι. [984a]