Pular para o conteúdo

Πότερα τῶν ζῴων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα

Plutarch · Parte 981

λέγειν·ʼ πολλοὶ δὲ τὸν ἔλλοπα, σπάνιος γάρ ἐστι καὶ οὐ ῥᾴδιος ἁλῶναι. φαίνεται δὲ περὶ Παμφυλίαν [981e] πολλάκις ἂν οὖν ποτε λάβωσι, στεφανοῦνται μὲν αὐτοὶ στεφανοῦσι δὲ τὰς ἁλιάδας, κρότῳ δὲ καὶ πατάγῳ καταπλέοντας αὐτοὺς ὑποδέχονται καὶ τιμῶσιν. οἱ δὲ πλεῖστοι τὸν ἀνθίαν ἱερὸν εἶναι καὶ λέγεσθαι νομίζουσιν ὅπου γὰρ ἂν ἀνθίας ὀφθῇ θηρίον οὐκ ἔστιν, ἀλλὰ θαρροῦντες μὲν οἱ σπογγοθῆραι κατακολυμβῶσι θαρροῦντες δὲ τίκτουσιν οἱ ἰχθύες, ὥσπερ ἐγγυητὴν ἀσυλίας ἔχοντες ἡ δʼ αἰτία δυσλόγιστος, εἴτε φεύγει τὰ θηρία τὸν ἀνθίαν ὡς σῦν ἐλέφαντες ἀλεκτρυόνα δὲ λέοντες· εἴτʼ ἐστὶ σημεῖα [981f] τόπων ἀθήρων, ἃ γιγνώσκει καὶ παραφυλάττει συνετὸς ὢν καὶ μνημονικὸς ὁ ἰχθύς.