παρακούοντες ἔνιοι βοείαις θριξὶν οἴονται πρὸς τὰς ὁρμιὰς χρῆσθαι τοὺς παλαιούς· “κέρας” γὰρ τὴν τρίχα λέγεσθαι καὶ τὸ κείρασθαι διὰ τοῦτο καὶ τὴν κουράν· καὶ τὸν παρʼ Ἀρχιλόχῳ “κεροπλάστην” φιλόκοσμον [977a] εἶναι περὶ κόμην καὶ καλλωπιστήν. ἔστι δʼ οὐκ ἀληθές· ἱππείαις γὰρ θριξὶ χρῶνται, τὰς τῶν ἀρρένων λαμβάνοντες· αἱ γὰρ θήλειαι. τῷ οὔρῳ τὴν τρίχα βεβρεγμένην ἀδρανῆ ποιοῦσιν. Ἀριστοτέλης δέ φησι μηδὲν ἐν τούτοις λέγεσθαι σοφὸν ἢ περιττὸν ἀλλὰ τῷ ὄντι κεράτιον περιτίθεσθαι πρὸ τοῦ ἀγκίστρου περὶ τὴν ὁρμιάν, ἐπεὶ πρὸς ἄλλο ἐρχόμενοι διεσθίουσι. τῶν δʼ ἀγκίστρων τοῖς μὲν στρογγύλοις, ἐπὶ κεστρέας καὶ ἀμίας χρῶνται μικροστόμους ὄντας τὸ γὰρ εὐθύτερον εὐλαβοῦνται· πολλάκις δὲ καὶ τὸ στρογγύλον ὁ κεστρεὺς [977b] ὑποπτεύων ἐν κύκλῳ περινήχεται, τῇ οὐρᾷ περιρραπίζων τὸ ἐδώδιμον καὶ ἀνακάπτων τὸ ἀποκρουόμενον· ἂν δὲ μὴ δύνηται, συναγαγὼν τὸ στόμα καὶ περιστείλας, τοῖς χείλεσιν ἄκροις ἐπιψαύων ἀποκνίζει τοῦ δελέατος. ὁ δὲ λάβραξ ἀνδρικώτερον τοῦ ἐλέφαντος οὐχ ἕτερον ἀλλʼ αὐτὸς ἑαυτόν, ὅταν περιπέσῃ τῷ ἀγκίστρῳ, βελουλκεῖ, τῇ δεῦρο κἀκεῖ παραλλάξει τῆς κεφαλῆς ἀνευρύνων τὸ τραῦμα καὶ τὸν ἐκ τοῦ σπαραγμοῦ πόνον ὑπομένων, ἄχρι ἂν ἐκβάλῃ τὸ ἄγκιστρον. ἡ δʼ ἀλώπηξ οὐ πολλάκις μὲν ἀγκίστρῳ πρόσεισιν ἀλλὰ φεύγει τὸν δόλον, ἁλοῦσα δʼ εὐθὺς ἐκτρέπεται πέφυκε γὰρ διʼ εὐτονίαν [977c] καὶ ὑγρότητα μεταβάλλειν τὸ σῶμα καὶ στρέφειν, ὥστε τῶν ἐντὸς ἐκτὸς γενομένων ἀποπίπτειν τὸ ἄγκιστρον.