γλαφυρωτέρα δʼ ἐστὶν ἡ περὶ τῶν σκυμνίων πρόνοια μετοπώρου γὰρ ὑπὸ τὰς ἀμπέλους ὑποδυόμενος, καὶ τοῖς ποσὶ τὰς ῥᾶγας ἀποσείσας τοῦ βότρυος [972a] χαμᾶζε καὶ περικυλινδηθείς, ἀναλαμβάνει ταῖς ἀκάνθαις καὶ παρέσχε ποτὲ πᾶσιν ἡμῖν ὁρῶσιν ὄψιν ἑρπούσης ἢ βαδιζούσης σταφυλῆς· οὕτως; ἀνάπλεως ἐχώρει τῆς ὀπώρας· εἶτα καταδὺς εἰς τὸν φωλεὸν τοῖς σκύμνοις χρῆσθαι καὶ λαμβάνειν ἀπʼ αὐτοῦ ταμιευομένοις παραδίδωσι. τὸ δὲ κοιταῖον αὐτῶν ὀπὰς ἔχει δύο, τὴν μὲν πρὸς νότον τὴν δὲ πρὸς βορρᾶν βλέπουσαν· ὅταν δὲ προαίσθωνται τὴν διαφορὰν τοῦ ἀέρος, ὥσπερ ἱστίον κυβερνῆται μεταλαμβάνοντες ἐμφράσσουσι τὴν κατʼ ἄνεμον τὴν δʼ ἑτέραν ἀνοίγουσι. καὶ τοῦτό τις ἐν Κυζίκῳ κατα [972b] μαθὼν, δόξαν ἔσχεν ὡς ἀφʼ αὑτοῦ τὸν μέλλοντα πνεῖν ἄνεμον προαγορεύων.