Pular para o conteúdo

Πότερα τῶν ζῴων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα

Plutarch · Parte 968

καί τινες οὐκ “ᾠά” γράφουσιν, ἀλλʼ “ἑά” ὡς τοὺς [968a] ἀποκειμένους καρποὺς, ὅταν εὐρῶτα συνάγοντας αἴσθωνται καὶ φοβηθῶσι φθορὰν καὶ σῆψιν, ἀναφερόντων. ὑπερβάλλει δὲ πᾶσαν ἐπίνοιαν συνέσεως ἡ τοῦ πυροῦ τῆς βλαστήσεως προκατάληψις· οὐ γὰρ δὴ παραμένει ξηρὸς οὐδʼ ἄσηπτος ἀλλὰ διαχεῖται καὶ γαλακτοῦται μεταβάλλων εἰς τὸ φύειν· ἵνʼ οὖν μὴ γενόμενος σπέρμα τὴν σιτίου χρείαν διαφθείρῃ παραμένῃ δʼ αὐτοῖς ἐδώδιμος, ἐξεσθίουσι τὴν ἀρχήν, ἀφʼ ἧς τὸν βλαστὸν ὁ πυρὸς ἀφίησιν. τοὺς δὲ τὰς μυρμηκιὰς; αὐτῶν ἐπὶ τῷ καταμαθεῖν ὥσπερ ἐξ ἀνατομῆς πληροῦντας οὐκ ἀποδέχομαι λέγουσι δʼ οὖν οὐκ εὐθεῖαν εἶναι τὴν ἀπὸ τῆς ὀπῆς κάθοδον [968b] οὐδʼ εὔπορον ἄλλῳ θηρίῳ διεξελθεῖν, ἀλλὰ καμπαῖς καὶ στρεβλότησι κεκλασμένας ὑποπορεύσεις καὶ ἀνατρήσεις ἐχούσαις εἰς τρεῖς κοιλότητας ἀποτελευτῶσαν, ὧν τὴν μὲν ἐνδιαίτημα κοινὸν αὐτοῖς εἶναι, τὴν δὲ τῶν ἐδωδίμων ταμιεῖον, εἰς δὲ τὴν τρίτην ἀποτίθεσθαι τοὺς θνήσκοντας;