ὡς τοῦ περὶ τὰ ὄμματα καὶ ὦτα πάθους, ἂν μὴ [961b] παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διὸ καὶ Κλεομένης ὁ βασιλεύς, παρὰ πότον εὐδοκιμοῦντος ἀκροάματος, ἐρωτηθεὶς εἰ μὴ φαίνεται σπουδαῖον, ἐκέλευσεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν, οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν, εἰ τῷ νοεῖν αἰσθάνεσθαι πεφύκαμεν. ἔστω δὲ μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὑτῆς ἔργον ἀλλʼ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τάλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἢδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καί, μὴ παρόντων, ὅπως παρέσται [961c] μηχανώμενον ἐν αὐτοῖς καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων; καὶ ταυτί γε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν, ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν “πρόθεσιν” ὁριζόμενοι “σημείωσιν ἐπιτελειώσεως,” τὴν δʼ “ἐπιβολὴν” “ὁρμὴν πρὸ ὁρμῆς,” “παρασκευὴν” δὲ “πρᾶξιν πρὸ πράξεως,” “μνήμην” δὲ “κατάληψιν ἀξιώματος παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη.” τούτων γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν ὥσπερ ἀμέλει καὶ τὰ περὶ [961d] τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν “ἐννοίας” καλοῦσι κινουμένας δὲ “διανοήσεις.” τὰ δὲ πάθη σύμπαντα κοινῶς “κρίσεις φαύλας καὶ δόξας” ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα πολλὰ μὲν θυμῶν πολλὰ δὲ φόβων καὶ ναὶ μὰ Δία φθόνων καὶ ζηλοτυπιῶν αὐτοὶ δὲ καὶ κύνας ἁμαρτάνοντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς ἀλλʼ ἐπὶ σωφρονισμῷ, λύπην διʼ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. ἡδονῆς δὲ τῆ μὲν διʼ ὤτων ὄνομα κήλησίς ἐστι τῇ δὲ διʼ ὀμμάτων γοητεία· χρῶνται δʼ ἑκατέροις ἐπὶ τὰ [961e] θηρία. κηλοῦνται μὲν γὰρ ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ αὐλοῖς καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται βιαζόμενοι ταῖς φώτιγξι, καὶ τὴν θρίσσαν ᾀδόντων καὶ κροτούντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. ὁ δʼ ὦτος αὖ πάλιν ἁλίσκεται γοητευόμενος, ὀρχουμένων ἐν ὄψει μεθʼ ἡδονῆς ἅμα ῥυθμῷ γλιχόμενος τοὺς ὤμους εὖ διαφέρειν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήθʼ ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευάζεσθαι μήτε μνημονεύειν, ἀλλʼ “ὡσανεὶ μνημονεύειν” τὴν μέλιτταν καί “ὡσανεὶ παρασκευάζεσθαι” τὴν χελιδόνα καὶ “ὡσανεὶ θυμοῦσθαι” τὸν λέοντα καὶ “ὡσανεὶ [961f] φοβεῖσθαι” τὴν ἔλαφον, οὐκ οἶδα τί χρήσονται τοῖς λέγουσι μήτʼ βλέπειν μήτʼ ἀκούειν ἀλλʼ “ὡσανεὶ βλέπειν” αὐτὰ καὶ “ὡσανεὶ ἀκούειν” μηδὲ φωνεῖν ἀλλʼ “ὡσανεὶ φωνεῖν,” μηδʼ ὅλως ζῆν ἀλλʼ “ὡσανεὶ ζῆν·” ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάργειαν, ὡς ἐγὼ πείθομαι.