Pular para o conteúdo

Πότερα τῶν ζῴων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα

Plutarch · Parte 37

[37] ΑΡΙΣΤ. Ἔξεστιν οὖν ὑμῖν, ὦ ἄνδρες δικασταί, τὴν ψῆφον φέρειν. ΣΩΚΛ. ʼἀλλʼ ἡμῖν γε πάλαι τὸ τοῦ Σοφοκλέους δεδογμένον ἐστίν

εὖ γὰρ καὶ διχοστατῶν λόγος
σύγκολλὰ τʼ ἀμφοῖν ἐς μέσον τεκταίνεται.

ταυτὶ γάρ, ἃ πρὸς ἀλλήλους εἰρήκατε, συνθέντες εἰς ταὐτὸν ἀμφότεροι καλῶς ἀγωνιεῖσθε κοινῇ πρὸς τοὺς τὰ ζῷα λόγου καὶ συνέσεως ἀποστεροῦντας.