[29] ΦΑΙΔΙΜΟΣ. ὁ δὲ θύννος οὕτως ἰσημερίας αἰσθάνεται καὶ τροπῆς, ὥστε καὶ τὸν ἄνθρωπον διδάσκειν, [979d] μηδὲν ἀστρολογικῶν κανόνων δεόμενον· ὅπου γὰρ ἂν αὐτὸν χειμῶνος αἱ τροπαὶ καταλάβωσιν, ἀτρεμεῖ καὶ διατρίβει περὶ τὸν αὐτὸν τόπον ἄχρι τῆς ἰσημερίας. ἀλλὰ τῆς γεράνου σοφὸν ἡ τοῦ λίθου περίδραξις, ὅπως προϊεμένη πυκνὸν ἐξυπνίζηται. καὶ πόσῳ σοφώτερον, ὦ φίλε, τὸ τοῦ δελφῖνος, ᾧ
στῆναι μὲν οὐ θέμις οὐδὲ παύσασθαι φορᾶς