Pular para o conteúdo

Πότερα τῶν ζῴων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα

Plutarch · Parte 27

[27] ΦΑΙΔΙΜΟΣ. τῆς δʼ ἐπιχειρητικῆς καὶ θηρευτικῆς δεινότητος αὐτῶν ἐν πολλοῖς σοφίσματα κατιδεῖν ἔστιν. ὁ μὲν γὰρ ἀστήρ, ὧν ἂν ἅψηται, πάντα διαλυόμενα καὶ διατηκόμενα γιγνώσκων, ἐνδίδωσι τὸ σῶμα καὶ περιορᾷ ψαυόμενον ὑπὸ τῶν παρατρεχόντων ἢ προσπελαζόντων. τῆς δὲ νάρκης ἴστε δήπου τὴν δύναμιν, οὐ μόνον τοὺς θιγόντας αὐτῆς ἐκπηγνύουσαν, [978c] ἀλλὰ καὶ διὰ τῆς σαγήνης βαρύτητα ναρκώδη ταῖς χερσὶ τῶν ἀντιλαμβανομένων ἐμποιοῦσαν. ἔνιοι δʼ ἱστοροῦσι, πεῖραν αὐτῆς ἐπὶ πλέον λαμβάνοντες, ἂν ἐκπέσῃ ζῶσα, κατασκεδαννύντες ὕδωρ ἄνωθεν, αἰσθάνεσθαι τοῦ πάθους ἀνατρέχοντος ἐπὶ τὴν χεῖρα καὶ τὴν ἁφὴν ἀμβλύνοντος ὡς ἔοικε διὰ τοῦ ὕδατος τρεπομένου καὶ προπεπονθότος. ταύτης οὖν ἔχουσα σύμφυτον αἴσθησιν μάχεται μὲν ἐξ ἐναντίας πρὸς οὐδὲν οὐδὲ διακινδυνεύει· κύκλῳ δὲ περιιοῦσα τὸ θηρευόμενον ὥσπερ βέλη διασπείρει τὰς ἀπορροάς, φαρμάττουσα τὸ ὕδωρ πρῶτον, εἶτα τὸ ζῷον διὰ τοῦ ὕδατος, μήτε ἀμύνεσθαι δυνάμενον μήτε φυγεῖν ἀλλʼ ἐνισχόμενον ὥσπερ ὑπὸ δεσμῶν καὶ [978d] πηγνύμενον. ὁ δὲ καλούμενος ἁλιεὺς; γνώριμος μέν ἐστι πολλοῖς· καὶ διὰ τοὔργον αὐτῷ γέγονε τοὔνομα ᾧ σοφίσματι καὶ τὴν σηπίαν χρῆσθαί φησιν ὁ Ἀριστοτέλης καθίησι γὰρ ὥσπερ ὁρμιὰν ἀπὸ τοῦ τραχήλου πλεκτάνην, μηκύνεσθαί τε πόρρω χαλώσης καὶ πάλιν συντρέχειν εἰς ἑαυτὴν ἀναλαμβανούσης ῥᾷστα πεφυκυῖαν. ὅταν οὖν τι τῶν μικρῶν ἰχθυδίων ἴδῃ πλησίον ἐνδίδωσι δακεῖν, καὶ κατὰ μικρὸν ἀναμηρύεται λανθάνουσα καὶ προσάγεται, μέχρι ἂν ἐν ἐφικτῷ τοῦ στόματος γένηται τὸ προσισχόμενον. τῶν δὲ πολυπόδων τῆς χρόας τὴν ἄμειψιν ὅ τε Πίνδαρος περιβόητον πεποίηκεν εἰπὼν [978e]

ποντίου θηρὸς χρωτὶ μάλιστα νόον,
προσφέρων πάσαις πολίεσσιν ὁμίλει

καὶ Θέογνις ὁμοίως

πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ
τῇπερ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη.