[23] ΗΡΑΚΛΕΩΝ. ἄναγε τὰς ὀφρῦς, ὦ φίλε Φαίδιμε, καὶ διέγειρε σεαυτὸν ἡμῖν τοῖς ἐνάλοις καὶ νησιώταις οὐ παιδιὰ τὸ χρῆμα τοῦ λόγου γέγονεν, ἀλλʼ ἐρρωμένος ἀγὼν καὶ ῥητορεία κιγκλίδων ἐπιδέουσα καὶ βήματος. ΦΑΙΔΙΜΟΣ. ἐνέδρα μὲν οὖν, ὦ Ἡρακλέων, σὺν δόλῳ καταφανής· κραιπαλῶσι γὰρ ἔτι τὸ χθιζὸν καὶ βεβαπτισμένοις νήφων, ὡς ὁρᾷς, ὁ γενναῖος ἐκ [975d] παρασκευῆς ἐπιτέθειται. παραιτεῖσθαι δʼ οὐκ ἔστιν· οὐ γὰρ βούλομαι Πινδάρου ζηλωτὴς; ὢν ἀκοῦσαι τὸ
τιθεμένων ἀγώνων πρόφασις
ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον·