ἐν οὐ μικρῷ μέρει πολιτείας οὐδὲ φαύλῳ χρήσιμός ἐστιν, ἀλλʼ εἰς ὃ μάλιστα καὶ πρῶτον ὁ Λυκοῦργος [795f] ἐντείνας ἑαυτὸν εἴθισε· τοὺς νέους παντὶ πρεσβύτῃ καθάπερ νομοθέτῃ πειθομένους διατελεῖν· ἐπεὶ πρὸς τί βλέψας ὁ Λύσανδρος· εἶπεν, ὡς ἐν Λακεδαίμονι κάλλιστα γηρῶσιν; ἆρʼ ὅτι γʼ ἀργεῖν[156] ἔξεστι μάλιστα τοῖς πρεσβυτέροις ἐκεῖ καὶ δανείζειν ἢ κυβεύειν συγκαθεζομένους ἢ πίνειν ἐν ὥρᾳ συνάγοντας[157]; οὐκ ἂν εἴποις· ἀλλʼ ὅτι τρόπον τινὰ πάντες οἱ τηλικοῦτοι τάξιν ἀρχόντων ἤ τινων πατρονόμων ἢ παιδαγωγῶν ἔχοντες; οὐ τὰ κοινὰ μόνον ἐπισκοποῦσιν, [796a] ἀλλὰ καὶ τῶν νέων ἕκαστʼ ἀεὶ περί τε τὰ γυμνάσια καὶ παιδιὰς[158] καὶ διαίτας καταμανθάνουσιν οὐ παρέργως, φοβεροὶ μὲν ὄντες τοῖς ἁμαρτάνουσιν[159] αἰδεστοὶ δὲ τοῖς ἀγαθοῖς καὶ ποθεινοί· θεραπεύουσι γὰρ ἀεὶ καὶ διώκουσιν αὐτοὺς οἱ νέοι, τὸ κόσμιον καὶ τὸ γενναῖον αὔξοντας; καὶ συνεπιγαυροῦντας ἄνευ φθόνου.