οὐδὲ γὰρ ἀκμάζων καὶ δυνάμενος ἀνὴρ ἐπαινεῖται, πάντα συλλήβδην ἀνατιθεὶς; ἑαυτῷ τὰ κοινὰ πράγματα [793d] καὶ μηδὲν ἑτέρῳ παριέναι βουλόμενος, ὥσπερ οἱ Στωικοὶ τὸν Δία λέγουσιν, εἰς πάντα παρενείρων καὶ πᾶσι καταμιγνὺς ἑαυτὸν ἀπληστίᾳ δόξης ἢ φθόνῳ τῶν μεταλαμβανόντων ἁμωσγέπως τιμῆς τινος ἐν τῇ πόλει καὶ δυνάμεως· πρεσβύτῃ δὲ κομιδῇ, κἂν τὸ ἄδοξον ἀφέλῃς, ἐπίπονος καὶ ταλαίπωρος ἡ πρὸς πᾶν μὲν ἀεὶ κληρωτήριον ἀπαντῶσα φιλαρχία, παντὶ δʼ ἐφεδρεύουσα δικαστηρίου καιρῷ καὶ συνεδρίου πολυπραγμοσύνη, πᾶσαν δὲ πρεσβείαν καὶ [793e] προδικίαν ὑφαρπάζουσα φιλοτιμία. καὶ γὰρ ταῦτα πράττειν καὶ μετʼ εὐνοίας βαρὺ παρʼ ἡλικίαν, συμβαίνει δέ γε τἀναντία μισοῦνται μὲν γὰρ ὑπὸ τῶν νέων, ὡς οὐ προϊέμενοι πράξεων αὐτοῖς ἀφορμὰς μηδʼ[131] εἰς μέσον ἐῶντες προελθεῖν, ἀδοξεῖ δὲ παρὰ τοῖς ἄλλοις τὸ φιλόπρωτον αὐτῶν καὶ φίλαρχον οὐχ ἧττον ἢ τὸ φιλόπλουτον ἑτέρων γερόντων καὶ φιλήδονον.