[104] κατὰ Σιμωνίδην, ὡς Ἀριστείδης Κλεισθένει καὶ [791a] Κίμων Ἀριστείδῃ καὶ Φωκίων Χαβρίᾳ καὶ Κάτων Μαξίμῳ Φαβίῳ καὶ Σύλλᾳ Πομπήιος καὶ Φιλοποίμενι Πολύβιος· νέοι γὰρ ὄντες πρεσβυτέροις ἐπιβάλλοντες, εἶθʼ οἷον παραβλαστάνοντες καὶ συνεξανιστάμενοι ταῖς ἐκείνων πολιτείαις καὶ πράξεσιν, ἐμπειρίαν καὶ συνήθειαν ἐκτῶντο πρὸς τὰ κοινὰ μετὰ δόξης καὶ δυνάμεως.