[790a] οἷος ἦν ὁ Νέστωρ, οὐδεὶς ἐμέμψατο τῶν “ἀρηίων” καὶ “μένεα πνεόντων[92] Ἀχαιῶν,” ἀλλὰ συνεχώρουν ἅπαντες οὐκ ἐν πολιτείᾳ μόνον ἀλλὰ καὶ ἐν πολέμῳ μεγάλην ἔχειν ῥοπὴν τὸ γῆρας·
σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας[93] νικᾷ
καὶ μία γνώμη λόγον ἔχουσα καὶ πειθὼ τὰ κάλλιστα καὶ μέγιστα διαπράττεται τῶν κοινῶν.