τὸ μὲν γὰρ ἐν γήρᾳ πολιτείας ἄρχεσθαι καὶ μὴ πρότερον, ὥσπερ[15] Ἐπιμενίδην λέγουσι κατακοιμηθέντα νεανίαν ἐξεγρέσθαι[16] γέροντα μετὰ πεντήκοντα [784b] ἔτη· εἶτα τὴν[17] οὕτω μακρὰν καὶ συμβεβιωκυῖαν[18] ἡσυχίαν ἀποθέμενον ἐμβαλεῖν ἑαυτὸν εἰς ἀγῶνας καὶ ἀσχολίας, ἀήθη καὶ ἀγύμναστον ὄντα καὶ μήτε πράγμασιν ἐνωμιληκότα πολιτικοῖς μήτʼ ἀνθρώποις, ἴσως ἂν αἰτιωμένῳ τινὶ παράσχοι τὸ τῆς Πυθίας εἰπεῖν “ὄψʼ[19] ἦλθες” ἀρχὴν καὶ δημαγωγίαν διζήμενος, καὶ παρʼ ὥραν στρατηγίου κόπτεις θύραν, ὥσπερ τις ἀτεχνότερος[20] ὢν νύκτωρ ἐπίκωμος ἀφιγμένος, ἢ ξένος οὐ τόπον οὐδὲ χώραν ἀλλὰ βίον, οὗ μὴ[21] πεπείρασαι, μεταλλάττων[22]. τὸ γάρ “πόλις ἄνδρα διδάσκει”[23] κατὰ Σιμωνίδην ἀληθές ἐστιν ἐπὶ τῶν ἔτι χρόνον ἐχόντων μεταδιδαχθῆναι καὶ μεταμαθεῖν μάθημα, διὰ πολλῶν ἀγώνων καὶ πραγμάτων μόλις [784c] ἐκπονούμενον, ἄνπερ ἐν καιρῷ φύσεως ἐπιλάβηται καὶ πόνον ἐνεγκεῖν καὶ δυσημερίαν εὐκόλως δυναμένης. ταῦτα δόξει τις μὴ κακῶς λέγεσθαι πρὸς τὸν ἀρχόμενον ἐν γήρᾳ πολιτείας.