Pular para o conteúdo

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Plutarch · Parte 4

[4] ἆρʼ οὖν οὐκ αἰσχρόν ἐστι τῶν ἀπὸ σκηνῆς γερόντων τοὺς ἀπὸ τοῦ βήματος ἀγεννεστέρους ὁρᾶσθαι, καὶ τῶν ἱερῶν ὡς ἀληθῶς ἐξισταμένους ἀγώνων ἀποτίθεσθαι τὸ πολιτικὸν πρόσωπον, οὐκ οἶδʼ ὁποῖον ἀντιμεταλαμβάνοντας; καὶ γὰρ τὸ τῆς γεωργίας ἐκ βασιλικοῦ ταπεινόν· ὅπου γὰρ ὁ Δημοσθένης[34] φησὶν ἀνάξια πάσχειν τὴν Πάραλον, ἱερὰν οὖσαν τριήρη, ξύλα καὶ χάρακας καὶ βοσκήματα τῷ Μειδίᾳ παρακομίζουσαν, ἦ που πολιτικὸς ἀνὴρ ἀγωνοθεσίας καὶ βοιωταρχίας καὶ τὰς ἐν Ἀμφικτύοσι [785d] προεδρίας ἀπολιπών, εἶθʼ ὁρώμενος ἐν ἀλφίτων καὶ στεμφύλων διαμετρήσει καὶ πόκοις προβάτων οὐ παντάπασι δόξει τοῦτο δὴ τὸ καλούμενον “ἵππου γῆρας[35]” ἐπάγεσθαι, μηδενὸς ἀναγκάζοντος; ἐργασίας γε μὴν βαναύσου καὶ ἀγοραίας[36] ἅπτεσθαι μετὰ πολιτείαν[37] ὅμοιόν ἐστι τῷ γυναικὸς ἐλευθέρας καὶ σώφρονος ἔνδυμα περισπάσαντα καὶ περίζωμα δόντα συνέχειν ἐπὶ καπηλείου· καὶ γὰρ τῆς πολιτικῆς ἀρετῆς οὕτως ἀπόλλυται τὸ ἀξίωμα καὶ τὸ μέγεθος [785e] πρός τινας οἰκονομίας καὶ χρηματισμοὺς ἀγομένης. ἂν δʼ, ὅπερ λοιπόν ἐστι, ῥᾳστώνας καὶ ἀπολαύσεις τὰς ἡδυπαθείας καὶ. τὰς τρυφὰς[38] ὀνομάζοντες ἐν ταύταις μαραινόμενον ἡσυχῆ παρακαλῶσι γηράσκειν τὸν πολιτικόν, οὐκ οἶδα ποτέρᾳ δυεῖν εἰκόνων αἰσχρῶν πρέπειν δόξει μᾶλλον ὁ βίος· αὐτοῦ πότερον ἀφροδίσια[39] ναύταις ἄγουσι πάντα τὸν λοιπὸν ἤδη χρόνον οὐκ ἐν λιμένι τὴν ναῦν ἔχουσιν ἀλλʼ ἔτι πλέουσαν ἀπολείπουσιν· ἢ καθάπερ ἔνιοι τὸν Ἡρακλέα παίζοντες οὐκ εὖ γράφουσιν ἐν Ὀμφάλης κροκωτοφόρον ἐνδιδόντα Λυδαῖς θεραπαινίσι ῥιπίζειν καὶ παραπλέκειν ἑαυτόν, οὕτω τὸν πολιτικὸν [785f] ἐκδύσαντες τὴν λεοντῆν καὶ κατακλίναντες εὐωχήσομεν ἀεὶ καταψαλλόμενον καὶ καταυλούμενον, οὐδὲ[40] τῇ τοῦ Πομπηίου Μάγνου φωνῇ διατραπέντες τῇ πρὸς Λεύκολλον[41] αὑτὸν μὲν εἰς λουτρὰ καὶ δεῖπνα καὶ συνουσίας μεθημερινὰς[42] καὶ πολὺν ἄλυν καὶ κατασκευὰς οἰκοδομημάτων νεοπρεπεῖς μετὰ τὰς στρατείας καὶ πολιτείας ἀφεικότα, τῷ δὲ Πομπηίῳ φιλαρχίαν ἐγκαλοῦντα καὶ φιλοτιμίαν παρʼ ἡλικίαν· ἔφη γὰρ ὁ Πομπήιος ἀωρότερον εἶναι γέροντι τὸ [786a] τρυφᾶν ἢ τὸ ἄρχειν· ἐπεὶ δὲ νοσοῦντι συνέταξε κίχλην ὁ ἰατρός, ἦν δὲ δυσπόριστον καὶ παρʼ ὥραν, ἔφη δέ τις εἶναι παρὰ Λευκόλλῳ πολλὰς τρεφομένας, οὐκ ἔπεμψεν οὐδʼ ἔλαβεν εἰπών “οὐκοῦν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε;”