[17] εἰ γοῦν πατέρα τὸν Τιθωνὸν εἶχες,· ἀθάνατον μὲν ὄντα χρείαν δʼ ἔχοντα διὰ γῆρας ἀεὶ πολλῆς ἐπιμελείας, οὐκ ἂν οἶμαὶ σε φυγεῖν οὐδʼ ἀπείπασθαι τὸ θεραπεύειν καὶ προσαγορεύειν καὶ βοηθεῖν ὡς λελειτουργηκότα πολὺν χρόνον ἡ δὲ πατρὶς καὶ μητρὶς ὡς Κρῆτες καλοῦσι, πρεσβύτερα καὶ μείζονα δίκαια γονέων ἔχουσα, πολυχρόνιος μὲν [792f] ἐστιν οὐ μὴν ἀγήρως οὐδʼ αὐτάρκης, ἀλλʼ ἀεὶ πολυωρίας δεομένη καὶ βοηθείας καὶ φροντίδος ἐπισπᾶται καὶ κατέχει τὸν πολιτικὸν
εἱανοῦ[125] ἁπτομένη καὶ τʼ ἐσσύμενον κατερύκει.