Pular para o conteúdo

Τιμολέων

Plutarch · Capítulo 31

Capítulo 31

[31.1] οἱ δὲ πολλοὶ τῶν Συρακουσίων ἐχαλέπαινον ὑπὸ τῶν τυράννων προπηλακιζόμενοι. καὶ γὰρ ὁ Μάμερκος ἐπὶ τῷ ποιήματα γράφειν καὶ τραγῳδίας μέγα φρονῶν ἐκόμπαζε νικήσας τοὺς μισθοφόρους, καὶ τὰς ἀσπίδας ἀναθεὶς τοῖς θεοῖς ἐλεγεῖον ὑβριστικὸν ἐπέγραψε· “τάσδʼ ὀστρειογραφεῖς καὶ χρυσελεφαντηλέκτρους ἀσπίδας ἀσπιδίοις εἵλομεν εὐτελέσι.”

[31.2] γενομένων δὲ τούτων καὶ τοῦ Τιμολέοντος εἰς Καλαυρίαν στρατεύσαντος, ὁ Ἱκέτης ἐμβαλὼν εἰς τὴν Συρακουσίαν λείαν τε συχνὴν ἔλαβε καὶ πολλὰ λυ μηνάμενος καὶ καθυβρίσας ἀπηλλάττετο παρʼ αὐτὴν τὴν Καλαυρίαν, καταφρονῶν τοῦ Τιμολέοντος ὀλίγους στρατιώτας ἔχοντος.

[31.3] ἐκεῖνος δὲ προλαβεῖν ἐάσας ἐδίωκεν ἱππεῖς ἔχων καὶ ψιλούς, αἰσθόμενος δὲ ὁ Ἱκέτης τὸν Δαμυρίαν διαβεβηκώς ὑπέστη παρὰ τὸν ποταμὸν ὡς ἀμυνούμενος· καὶ γὰρ αὐτῷ θάρσος ἥ τε τοῦ πόρου χαλεπότης καὶ τὸ κρημνῶδες τῆς ἑκατέρωθεν ὄχθης παρεῖχε,

[31.4] τοῖς δὲ μετὰ τοῦ Τιμολέοντος ἰλάρχαις ἔρις ἐμπεσοῦσα θαυμαστὴ καὶ φιλονεικία διατριβὴν ἐποίει τῆς μάχης.

[31.5] οὐδεὶς γὰρ ἦν ὁ βουλόμενος ἑτέρου διαβαίνειν ὕστερος ἐπὶ τοὺς πολεμίους, ἀλλʼ αὐτὸς ἕκαστος ἠξίου πρωταγωνιστεῖν, καὶ κόσμον οὐκ εἶχεν ἡ διάβασις ἐξωθούντων καὶ παρατρεχόντων ἀλλήλους.

[31.6] βουλόμενος οὖν ὁ Τιμολέων κληρῶσαι τοὺς ἡγεμόνας ἔλαβε παρʼ ἑκάστου δακτύλιον· ἐμβαλὼν δὲ πάντας εἰς τὴν ἑαυτοῦ χλαμύδα καὶ μίξας ἔδειξε τὸν πρῶτον κατὰ τύχην γλυφὴν ἔχοντα τῆς σφραγῖδος τρόπαιον.

[31.7] ὡς δὲ τοῦτον εἶδον οἱ νεανίσκοι, μετὰ χαρᾶς ἀνακραγόντες οὐκέτι τὸν ἄλλον ὑπέμειναν κλῆρον, ἀλλʼ ὡς ἕκαστος τάχους εἶχε τὸν ποταμὸν διεξελάσαντες ἐν χερσὶν ἦσαν τοῖς πολεμίοις.

[31.8] οἱ δὲ οὐκ ἐδέξαντο τὴν βίαν αὐτῶν, ἀλλὰ φεύγοντες τῶν μὲν ὅπλων ἅπαντες ὁμαλῶς ἐστερήθησαν, χιλίους δὲ ἀπέβαλον πεσόντας.