Pular para o conteúdo

Κεφαλαίων καταγραφή Ῥωμαϊκά

Plutarch · Parte 90

[90] “διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας, ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν;” ἦ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ οὗτος [167] αὐτῷ ἀεὶ [168] πολλὰ [285f] πράγματα παρέσχε καὶ ὁ Κέρβερος· καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.