[78] “διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος;” πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος (τὸ γὰρ ἀριστερὸν “σίνιστρον” ὀνομάζουσι, τὸ δʼ ἀφεῖναι “σίνερε” καὶ “σίνε” λέγουσιν, ὅταν ἀφεῖναι [138] παρακαλῶσι. τὸν οὖν ἀφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν)· ἢ καθάπερ Διονύσιός [139] φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς [282e] ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοι, καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. ἢ μᾶλλον, ὡς Ἰόβας [140] φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον. ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι [141] τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως [282f] ἐπανισοῦντες. ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;