[64] “διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;” πότερον αἰνιττόμενοι [279e] τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν [117] καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ, ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν οὐδέποτε δεῖν [118] κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα;