[46] “διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός;” πότερον, ὡς Ἀντίστιος Λαβεὼν ἱστόρηκε, τοῦ παρορμᾶν “ὁρτάρι” λεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδʼ ἀποκεκλεῖσθαι μηδʼ ἐλινύειν· [85] ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν Ὥραν [276a] μηκυνομένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν [86] διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥάθυμον οὐδʼ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον; ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς. εἰ μέντοι τὴν ὥραν ὀρθῶς ὁ Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέδεκται, [87] σκόπει μὴ τὸν “ὡράτορα” προτρεπτικόν τινα καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι. [276b]