Pular para o conteúdo

Κεφαλαίων καταγραφή Ῥωμαϊκά

Plutarch · Parte 42

[42] “διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ [78] τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων;” πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην· ἢ ὅτι καρπῶν ἀρετῆς [79] ἢ γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ [80] πειθόμενος

λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς
οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο.