Pular para o conteúdo

Κεφαλαίων καταγραφή Ῥωμαϊκά

Plutarch · Parte 36

[36] “διὰ τί πύλην μίαν θυρίδα καλοῦσι τὴν γὰρ “φαινέστραν” τοῦτο σημαίνειν, καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι;” πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ διὰ θυρίδος πρὸς [273c] αὐτόν ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν;