Pular para o conteúdo

Κεφαλαίων καταγραφή Ῥωμαϊκά

Plutarch · Parte 271

[271d] “διὰ τί τὴν γαμουμένην οὐκ ἐῶσιν αὐτὴν ὑπερβῆναι τὸν οὐδὸν τῆς οἰκίας, ἀλλʼ ὑπεραίρουσιν οἱ προπέμποντες;” πότερον ὅτι καὶ τὰς πρώτας γυναῖκας ἁρπάσαντες οὕτως εἰσήνεγκαν, αὐταὶ δʼ οὐκ εἰσῆλθον· ἢ βούλονται δοκεῖν εἰσιέναι βιαζομένας οὐχ ἑκούσας, ὅπου μέλλουσι διαλύειν τὴν παρθενίαν; ἢ σύμβολόν ἐστι τοῦ μηδʼ ἐξιέναι διʼ αὐτῆς μηδὲ καταλιπεῖν [61] τὴν οἰκίαν, εἰ μὴ βιασθείη, καθάπερ καὶ εἰσῆλθε βιασθεῖσα; καὶ γὰρ παρʼ ἡμῖν ἐν Βοιωτίᾳ καίουσι πρὸ τῆς θύρας τὸν ἄξονα τῆς ἁμάξης, ἐμφαίνοντες δεῖν τὴν νύμφην ἐμμένειν ὡς ἀνῃρημένου τοῦ ἀπάξοντος.