[26] “διὰ τί λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν αἱ γυναῖκες ἱμάτια καὶ λευκοὺς κεκρυφάλους;” πότερον ὡς τοὺς μάγους φασὶν πρὸς τὸν ᾍδην καὶ τὸ σκότος ἀντιταττομένους, τῷ δὲ φωτεινῷ καὶ λαμπρῷ συνεξομοιοῦντας ἑαυτοὺς τοῦτο ποιεῖν· ἤ, καθάπερ τὸ [270e] σῶμα τοῦ τεθνηκότος ἀμφιεννύουσι λευκοῖς, καὶ τοὺς προσήκοντας ἀξιοῦσι; τὸ δὲ σῶμα κοσμοῦσιν οὕτως, ἐπεὶ μὴ δύνανται τὴν ψυχήν· βούλονται δʼ ἐκείνην λαμπρὰν καὶ καθαρὰν προπέμπειν, ὡς ἀφειμένην ἤδη καὶ διηγωνισμένην μέγαν ἀγῶνα καὶ ποικίλον. ἢ τὸ μὲν λιτὸν ἐν τούτοις μάλιστα καὶ τὸ ἁπλοῦν πρέπει; τῶν δὲ βαπτῶν τὰ μὲν καὶ πολυτέλειαν ἐμφαίνει τὰ δὲ περιεργίαν οὐ γὰρ ἧττον ἔστι πρὸς τὸ μέλαν ἢ τὸ ἁλουργὸν εἰπεῖν “δολερὰ μὲν τὰ [270f] εἵματα, δολερὰ [56] δὲ τὰ χρώματα” τὸ δʼ αὐτόχρουν μέλαν οὐχ ὑπὸ τέχνης ἀλλὰ φύσει βαπτόν ἐστι, καὶ μεμιγμένον τῷ σκιώδει κεκράτηται. μόνον οὖν τὸ λευκὸν εἰλικρινὲς καὶ ἀμιγὲς καὶ ἀμίαντόν ἐστι βαφῇ καὶ [57] ἀμίμητον· οἰκειότατον οὖν τοῖς θαπτομένοις. καὶ γὰρ ὁ τεθνηκὼς ἁπλοῦν τι γέγονε καὶ ἀμιγὲς καὶ καθαρὸν ἀτεχνῶς οὐδὲν ἀλλʼ ἢ φαρμάκου δευσοποιοῦ τοῦ σώματος ἀπηλλαγμένος. ἐν δʼ Ἄργει λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν, ὡς Σωκράτης [58] φησίν, ὑδατόκλυστα.