Pular para o conteúdo

Κεφαλαίων καταγραφή Ῥωμαϊκά

Plutarch · Parte 12

[12] “διὰ τί δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;” πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, [266f] χρόνον οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας;