Pular para o conteúdo

Κεφαλαίων καταγραφή Ῥωμαϊκά

Plutarch · Parte 104

[104] “διὰ τί τὸν Διόνυσον “λίβερουμ πάτρεμ” καλοῦσι;” πότερον ὡς ἐλευθερίας πατέρα τοῖς πιοῦσι [289a] γιγνόμενον· γίγνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ παρρησίας ὑποπιμπλῶνται περὶ τὰς μέθας· ἢ ὅτι τὴν λοιβὴν παρέσχεν; ἤ, ὡς Ἀλέξανδρός [196] φησιν, ἀπὸ τοῦ παρʼ Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως [197] Διονύσου προσαγορευομένου;