Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 91

[91] “διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώλιον κατοικεῖν;”

πότερον ὅτι Μᾶρκος Μάλλιος [184] αὐτόθι κατοικῶν ἐπεχείρησε τυραννίδι, διʼ [185] ὃν ἀπώμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων [186] ὄνομα Μάρκου γενέσθαι.

ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ δεδιότες δʼ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ δοκοῦσαν.