Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 78

[78] “διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος;”

πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος [158]; τὸ γὰρ ἀριστερὸν “σίνιστρον ὀνομάζουσι,” τὸ δʼ ἐφεῖναι [159] “σίνερε” καὶ “σίνε” λέγουσιν, ὅταν ἐφεῖναι [160] παρακαλῶσι. τὸν οὖν ἐφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν.