[67] “διὰ τί “λικτώρεις” τοὺς ῥαβδούχους ὀνομάζουσι;”
πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες; τὸ δὲ δεσμεύειν “ἀλλιγᾶρε” λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι “λιγᾶρε.”