Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 65

[65] “διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει [279f] μετὰ φωτὸς ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;”

πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος;

ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον, οὕτως ὁ [130] Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν;

ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις [131] αἰσχύνης τινὸς προσούσης;