Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 42

[42] “διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ [92] τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων;”

πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην;

ἢ ὅτι καρπῶν εὑρετὴς [93] καὶ [94] γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ πειθόμενος

λέχρις [95] δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς
οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο.