Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 290

πότερον ὠμοφαγίας πάνυ πόρρωθεν ἀποτρέπει τὸ ἔθος, ἢ διʼ ἣν τὸ ἄλευρον αἰτίαν ἀφοσιοῦνται καὶ τὸ [290a] κρέας; οὔτε γάρ ἐστι ζῷον οὔτε ὄψον ἤδη γέγονεν. ἡ γὰρ ἕψησις καὶ ὄπτησις ἀλλοίωσις οὖσα καὶ μετακόσμησις ἐξίστησι τὴν μορφήν, τὸ δὲ πρόσφατον καὶ ὠμὸν οὐδὲ τὴν ὄψιν ἔχει καθαρὰν καὶ ἀμίαντον, ἀλλʼ εἰδεχθῆ καὶ ἑλκώδη.