Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 289-5

πότερον αὔξειν τοῖς γάμοις βουλόμενοι τὰς οἰκειότητας καὶ συγγενεῖς πολλοὺς ἐπικτᾶσθαι, [289e] διδόντες ἑτέροις καὶ λαμβάνοντες παρʼ ἑτέρων γυναῖκας;

ἢ φοβούμενοι τὰς ἐν τοῖς γάμοις τῶν συγγενῶν διαφορὰς ὡς τὰ φύσει δίκαια προσαπολλυούσας;

ἢ πολλῶν βοηθῶν τὰς γυναῖκας ὁρῶντες διʼ ἀσθένειαν δεομένας, οὐκ ἐβούλοντο τὰς ἐγγὺς γένους συνοικίζειν, ὅπως, ἂν οἱ ἄνδρες ἀδικῶσιν αὐτάς, οἱ συγγενεῖς βοηθῶσιν;