[289c] ἆρʼ ὅτι Σερουίῳ κατὰ τύχην, ὥς φασιν, ἐκ θεραπαινίδος γενομένῳ βασιλεῦσαι τῆς Ῥώμης ἐπιφανῶς ὑπῆρξεν; οὕτω γάρ οἱ πολλοὶ Ῥωμαίων ὑπειλήφασιν.
ἢ μᾶλλον ὅτι τῆς Ῥώμης ἡ τύχη παρέσχε τὴν ἀρχὴν καὶ τὴν γένεσιν;
ἢ φυσικώτερον ἔχει λόγον τὸ πρᾶγμα καὶ φιλοσοφώτερον, ὡς τὴν τύχην πάντων οὖσαν ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην, ὅταν τισὶν ὡς ἔτυχεν ἀποκειμένοις [207] τάξις ἐγγένηται;