[288d] ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν ἐνόμιζον; γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος, καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν.
ἢ ὅτι τῶν ἀριθμῶν ἁπάντων τὰ μὲν ἐννέα πρῶτός ἐστι, τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δʼ ὀκτὼ πρῶτος κύβος ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα [199] τετράγωνον εἶναι καὶ περιττὸν καὶ τέλειον, τὴν δὲ γυναῖκα καθάπερ [288e] τὸν κύβον ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον. τοῦτο δὲ προσληπτέον ὅτι τὰ μὲν ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος, τὰ δʼ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι τρισὶ δʼ οἱ ἄρρενες.