πότερον, ὡς οἱ Πυθαγορικοὶ, τοὺς μὲν κυάμους ἀφωσιοῦντο διὰ τὰς λεγομένας αἰτίας, τὸν δὲ [286e] λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης;
ἢ ὅτι πρὸς τὰ περίδειπνα καὶ τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις;
ἢ μᾶλλον ὅτι δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν; ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίττευμα ποιεῖ πολλῆς καθάρσεως δεόμενον.
ἢ ὅτι καὶ πρὸς συνουσίαν παρορμᾷ διὰ τὸ φυσῶδες καὶ πνευματικόν;