Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 285

πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ [285a] Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν;

ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, [177] ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην.

ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς [285b] κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν.

ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δὲ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν

ἀλλʼ ἦ [178] τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ,
ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.

οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.