Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 283-3

[283e] “διὰ τί τῶν στρατηγῶν αἱ ῥάβδοι συνδεδεμέναι προσηρτημένων τῶν πελέκεων φέρονται;”

πότερον ὅτι σύμβολόν ἐστι τοῦ μὴ δεῖν πρόχειρον εἶναι καὶ λελυμένην τὴν ὀργὴν τοῦ ἄρχοντος, ἢ διατριβὴν καὶ μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολλάκις ἐποίησε μεταγνῶναι περὶ τῆς κολάσεως; ἐπεὶ δὲ τῆς κακίας τὸ μὲν ἰάσιμόν ἐστι τὸ δʼ ἀνήκεστον, αἱ μὲν ῥάβδοι νουθετοῦσι [283f] τὸ μεταθέσθαι δυνάμενον, οἱ [168] δὲ πελέκεις ἀποκόπτουσι τὸ ἀνουθέτητον.