πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα; καὶ γὰρ [132] τὸν μῆνα “Φεβρουάριον” καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην “φεβράτην,” καὶ “φεβρᾶρε” τό τινι [133] [134] σκυτῶν εἴδει [135] καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες [136] ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο [280c] καὶ χρῶνταί γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς· καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτον γένος τοῦ καθαρμοῦ καλοῦντες. [137]
ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια, λύκῳ δὲ κύων πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις;
ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας;
ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;