[28] “διὰ τί τοὺς παῖδας, ὅταν ὀμνύωσι τὸν Ἡρακλέα, κωλύουσιν ὑπὸ στέγῃ τοῦτο ποιεῖν καὶ κελεύουσιν εἰς ὕπαιθρον προϊέναι;”
πότερον, ὡς ἔνιοι λέγουσιν, οὐκ οἰκουρίᾳ τὸν Ἡρακλέα χαίρειν ἀλλʼ ὑπαίθρῳ βίῳ καὶ θυραυλίαις νομίζοντες;
ἢ μᾶλλον, ὅτι τῶν θεῶν οὐκ ἐπιχώριος οὗτος ἀλλὰ πόρρωθεν καὶ ξένος; οὐδὲ γὰρ τὸν Διόνυσον ὀμνύουσιν ὑπὸ στέγῃ, [66] ξένον ὄντα καὶ αὐτόν, εἴπερ ἐστὶ ἀπὸ Νύσης. [67]