ἢ ῥοῦμαν Λατῖνοι τὴν θηλὴν καλοῦσι, καὶ Ῥουμινᾶλιν [119] ὀνομασθῆναι λέγουσιν, παρʼ ὅσον ἡ λύκαινα τῷ Ῥωμύλῳ τὴν θηλὴν παρέσχεν; ὥσπερ [278d] οὖν ἡμεῖς τὰς τρεφούσας τὰ παιδία γάλακτι θηλονὰς [120] ἀπὸ τῆς θηλῆς καλοῦμεν, οὕτως ἡ Ῥουμῖνα θηλώ τις [121] οὖσα καὶ τιθήνη καὶ κουροτρόφος οὐ προσίεται τὸν ἄκρατον ὡς βλαβερὸν ὄντα τοῖς νηπίοις.