Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 276-3

[276c] “διὰ τί τῇ τῶν Κωνσυαλίων [103] ἑορτῇ καὶ τοὺς ἵππους καὶ τοὺς ὄνους στεφανοῦσι καὶ σχολάζειν ἐῶσι;”

πότερον ὅτι Ποσειδῶνι μὲν ἄγουσιν Ἱππείῳ τὴν ἑορτήν, ὁ δʼ ὄνος τῷ ἵππῳ συναπολαύει καὶ συμμετέχει τῆς ἀδείας;

ἢ ὅτι, ναυτιλίας φανείσης καὶ κομιδῆς κατὰ θάλατταν, ὑπῆρξέ τις ἀμωσγέπως ῥᾳστώνη καὶ ἀνάπαυσις τοῖς ὑποζυγίοις;