[275f] “διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός;”
πότερον, ὡς Ἀντίστιος Λαβεὼν [99] ἱστόρηκε, τοῦ παρορμᾶν “ὁρτάρι” λεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδʼ ἀποκεκλεῖσθαι μηδʼ ἐλινύειν [100];